Flavius Josephus, Antiquitates Judaicae

https://archive.org/details/L242JosephusVJewishAntiquities13/page/n26/mode/1up

 

Τοῖς τὰς ἱστορίας συγγράφειν βουλομένοις οὐ μίαν οὐδὲ τὴν αὐτὴν ὁρῶ τῆς σπουδῆς

Os   as  história       compor          pretendem     não uma nem   a     ela   observo a      pressa

 γινομένην αἰτίαν, ἀλλὰ πολλὰς καὶ πλεῖστον ἀλλήλων      διαφερούσας.

vindo a ser  motivo   mas muitos     e    grande parte  uns dos outros diferindo

 [2] τινὲς μὲν γὰρ ἐπιδεικνύμενοι λόγων δεινότητα καὶ τὴν ἀπ᾽ αὐτῆς θηρευόμενοι

 

 δόξαν ἐπὶ τοῦτο τῆς παιδείας τὸ μέρος ὁρμῶσιν, ἄλλοι δὲ χάριν ἐκείνοις φέροντες,

 

 περὶ ὧν τὴν ἀναγραφὴν εἶναι συμβέβηκε, τὸν εἰς αὐτὴν πόνον καὶ παρὰ δύναμιν

 

 ὑπέστησαν: [3] εἰσὶ δ᾽ οἵτινες ἐβιάσθησαν ὑπ᾽ αὐτῆς τῆς τῶν πραγμάτων ἀνάγκης

 

 οἷς πραττομένοις παρέτυχον ταῦτα γραφῇ δηλούσῃ περιλαβεῖν: πολλοὺς δὲ χρησίμων

 

 μέγεθος πραγμάτων ἐν ἀγνοίᾳ κειμένων προύτρεψε τὴν περὶ αὐτῶν ἱστορίαν εἰς κοινὴν

 

 ὠφέλειαν ἐξενεγκεῖν. [4] τούτων δὴ τῶν προειρημένων αἰτιῶν αἱ τελευταῖαι δύο

 

 κἀμοὶ συμβεβήκασι: τὸν μὲν γὰρ πρὸς τοὺς Ῥωμαίους πόλεμον ἡμῖν τοῖς Ἰουδαίοις

 

 γενόμενον καὶ τὰς ἐν αὐτῷ πράξεις καὶ τὸ τέλος οἷον ἀπέβη πείρᾳ μαθὼν ἐβιάσθην

 

 ἐκδιηγήσασθαι διὰ τοὺς ἐν τῷ γράφειν λυμαινομένους τὴν ἀλήθειαν, [5] ταύτην δὲ τὴν

 

 ἐνεστῶσαν ἐγκεχείρισμαι πραγματείαν νομίζων ἅπασι φανεῖσθαι τοῖς Ἕλλησιν ἀξίαν

 

 σπουδῆς: μέλλει γὰρ περιέξειν ἅπασαν τὴν παρ᾽ ἡμῖν ἀρχαιολογίαν καὶ διάταξιν

 

 τοῦ πολιτεύματος ἐκ τῶν Ἑβραϊκῶν μεθηρμηνευμένην γραμμάτων. [6] ἤδη μὲν οὖν καὶ 

 

πρότερον διενοήθην, ὅτε τὸν πόλεμον συνέγραφον, δηλῶσαι τίνες ὄντες ἐξ ἀρχῆς Ἰουδαῖοι

 

 καὶ τίσι χρησάμενοι τύχαις ὑφ᾽ οἵῳ τε παιδευθέντες νομοθέτῃ τὰ πρὸς εὐσέβειαν καὶ τὴν 

 

ἄλλην ἄσκησιν ἀρετῆς πόσους τε πολέμους ἐν μακροῖς πολεμήσαντες χρόνοις εἰς τὸν 

 

τελευταῖον ἄκοντες πρὸς Ῥωμαίους κατέστησαν. [7] ἀλλ᾽ ἐπειδὴ μείζων ἦν ἡ τοῦδε

 

 τοῦ λόγου περιβολή, κατ᾽ αὐτὸν ἐκεῖνον χωρίσας ταῖς ἰδίαις ἀρχαῖς αὐτοῦ καὶ τῷ

 

 τέλει τὴν γραφὴν συνεμέτρησα: χρόνου δὲ προϊόντος, ὅπερ φιλεῖ τοῖς μεγάλων ἅπτεσθαι

 

 διανοουμένοις, ὄκνος μοι καὶ μέλλησις ἐγίνετο τηλικαύτην μετενεγκεῖν ὑπόθεσιν εἰς

 

 ἀλλοδαπὴν ἡμῖν καὶ ξένην διαλέκτου συνήθειαν. [8] ἦσαν δέ τινες, οἳ πόθῳ τῆς ἱστορίας

 

 ἐπ᾽ αὐτήν με προύτρεπον, καὶ μάλιστα δὴ πάντων Ἐπαφρόδιτος ἀνὴρ ἅπασαν μὲν

 

 ἰδέαν παιδείας ἠγαπηκώς, διαφερόντως δὲ χαίρων ἐμπειρίαις πραγμάτων, ἅτε δὴ μεγάλοις

 

 μὲν αὐτὸς ὁμιλήσας πράγμασι καὶ τύχαις πολυτρόποις, ἐν ἅπασι δὲ θαυμαστὴν φύσεως

 

 ἐπιδειξάμενος ἰσχὺν καὶ προαίρεσιν ἀρετῆς ἀμετακίνητον. [9] τούτῳ δὴ πειθόμενος ὡς

 

 αἰεὶ τοῖς χρήσιμον ἢ καλόν τι πράττειν δυναμένοις συμφιλοκαλοῦντι καὶ ἐμαυτὸν 

 

αἰσχυνόμενος, εἰ δόξαιμι ῥαθυμίᾳ πλέον ἢ τῷ περὶ τὰ κάλλιστα χαίρειν πόνῳ,

 

 προθυμότερον ἐπερρώσθην, ἔτι κἀκεῖνα πρὸς τοῖς εἰρημένοις λογισάμενος οὐ

 

 παρέργως, περί τε τῶν ἡμετέρων προγόνων εἰ μεταδιδόναι τῶν τοιούτων ἤθελον, 

 

καὶ περὶ τῶν Ἑλλήνων εἴ τινες αὐτῶν γνῶναι τὰ παρ᾽ ἡμῖν ἐσπούδασαν. [10]

 

 

Εὗρον τοίνυν, ὅτι Πτολεμαίων μὲν ὁ δεύτερος μάλιστα δὴ βασιλεὺς περὶ παιδείαν

 

 καὶ βιβλίων συναγωγὴν σπουδάσας ἐξαιρέτως ἐφιλοτιμήθη τὸν ἡμέτερον νόμον καὶ 

 

τὴν κατ᾽ αὐτὸν διάταξιν τῆς πολιτείας εἰς τὴν Ἑλλάδα φωνὴν μεταβαλεῖν, [11] ὁ δὲ τῶν

 

 παρ᾽ ἡμῖν ἀρχιερέων οὐδενὸς ἀρετῇ δεύτερος Ἐλεάζαρος τῷ προειρημένῳ βασιλεῖ 

 

ταύτης ἀπολαῦσαι τῆς ὠφελείας οὐκ ἐφθόνησε πάντως ἀντειπὼν ἄν, εἰ μὴ πάτριον

 

 ἦν ἡμῖν τὸ μηδὲν ἔχειν τῶν καλῶν ἀπόρρητον. [12] κἀμαυτῷ δὴ πρέπειν ἐνόμισα 

 

τὸ μὲν τοῦ ἀρχιερέως μιμήσασθαι μεγαλόψυχον, τῷ βασιλεῖ δὲ πολλοὺς ὁμοίως 

 

ὑπολαβεῖν καὶ νῦν εἶναι φιλομαθεῖς: οὐδὲ γὰρ πᾶσαν ἐκεῖνος ἔφθη λαβεῖν τὴν ἀναγραφήν,

 

 ἀλλὰ μόνα τὰ τοῦ νόμου παρέδοσαν οἱ πεμφθέντες ἐπὶ τὴν ἐξήγησιν εἰς τὴν Ἀλεξάνδρειαν:

 

 [13] μυρία δ᾽ ἐστὶ τὰ δηλούμενα διὰ τῶν ἱερῶν γραμμάτων, ἅτε δὴ πεντακισχιλίων 

 

ἐτῶν ἱστορίας ἐν αὐτοῖς ἐμπεριειλημμένης, καὶ παντοῖαι μέν εἰσι παράλογοι περιπέτειαι,

 

 πολλαὶ δὲ τύχαι πολέμων καὶ στρατηγῶν ἀνδραγαθίαι καὶ πολιτευμάτων μεταβολαί.

 

 [14] τὸ σύνολον δὲ μάλιστά τις ἂν ἐκ ταύτης μάθοι τῆς ἱστορίας ἐθελήσας αὐτὴν

 

 διελθεῖν, ὅτι τοῖς μὲν θεοῦ γνώμῃ κατακολουθοῦσι καὶ τὰ καλῶς νομοθετηθέντα μὴ

 

 τολμῶσι παραβαίνειν πάντα κατορθοῦται πέρα πίστεως καὶ γέρας εὐδαιμονία πρόκειται

 

 παρὰ θεοῦ: καθ᾽ ὅσον δ᾽ ἂν ἀποστῶσι τῆς τούτων ἀκριβοῦς ἐπιμελείας, ἄπορα μὲν

 

 γίνεται τὰ πόριμα, τρέπεται δὲ εἰς συμφορὰς ἀνηκέστους ὅ τι ποτ᾽ ἂν ὡς ἀγαθὸν 

 

δρᾶν σπουδάσωσιν, [15] ἤδη τοίνυν τοὺς ἐντευξομένους τοῖς βιβλίοις παρακαλῶ τὴν

 

 γνώμην θεῷ προσανέχειν καὶ δοκιμάζειν τὸν ἡμέτερον νομοθέτην, εἰ τήν τε φύσιν 

 

ἀξίως αὐτοῦ κατενόησε καὶ τῇ δυνάμει πρεπούσας ἀεὶ τὰς πράξεις ἀνατέθεικε πάσης

 

 καθαρὸν τὸν περὶ αὐτοῦ φυλάξας λόγον τῆς παρ᾽ ἄλλοις ἀσχήμονος μυθολογίας: 

 

[16] καίτοι γε ὅσον ἐπὶ μήκει χρόνου καὶ παλαιότητι πολλὴν εἶχεν ἄδειαν ψευδῶν 

 

πλασμάτων: γέγονε γὰρ πρὸ ἐτῶν δισχιλίων, ἐφ᾽ ὅσον πλῆθος αἰῶνος οὐδ᾽ αὐτῶν

 

 οἱ ποιηταὶ τὰς γενέσεις τῶν θεῶν, μήτι γε τὰς τῶν ἀνθρώπων πράξεις ἢ τοὺς νόμους

 

 ἀνενεγκεῖν ἐτόλμησαν. [17] τὰ μὲν οὖν ἀκριβῆ τῶν ἐν ταῖς ἀναγραφαῖς προϊὼν ὁ λόγος

 

 κατὰ τὴν οἰκείαν τάξιν σημανεῖ: τοῦτο γὰρ διὰ ταύτης ποιήσειν τῆς πραγματείας

 

 ἐπηγγειλάμην οὐδὲν προσθεὶς οὐδ᾽ αὖ παραλιπών.

 

 [18Ἐπειδὴ δὲ πάντα σχεδὸν ἐκ τῆς τοῦ νομοθέτου σοφίας ἡμῖν ἀνήρτηται Μωυσέος,

 

 ἀνάγκη μοι βραχέα περὶ ἐκείνου προειπεῖν, ὅπως μή τινες τῶν ἀναγνωσομένων 

 

διαπορῶσι, πόθεν ἡμῖν ὁ λόγος περὶ νόμων καὶ πράξεων ἔχων τὴν ἀναγραφὴν ἐπὶ

 

 τοσοῦτον φυσιολογίας κεκοινώνηκεν. [19] ἰστέον οὖν, ὅτι πάντων ἐκεῖνος

 

 ἀναγκαιότατον ἡγήσατο τῷ καὶ τὸν ἑαυτοῦ μέλλοντι βίον οἰκονομήσειν καλῶς 

 

καὶ τοῖς ἄλλοις νομοθετεῖν θεοῦ πρῶτον φύσιν κατανοῆσαι καὶ τῶν ἔργων τῶν ἐκείνου

 

 θεατὴν τῷ νῷ γενόμενον οὕτως παράδειγμα τὸ πάντων ἄριστον μιμεῖσθαι καθ᾽ 

 

ὅσον οἷόν τε καὶ πειρᾶσθαι κατακολουθεῖν. [20] οὔτε γὰρ αὐτῷ ποτ᾽ ἂν γενέσθαι

 

 νοῦν ἀγαθὸν τῷ νομοθέτῃ ταύτης ἀπολειπομένῳ τῆς θέας, οὔτε τῶν γραφησομένων

 

 εἰς ἀρετῆς λόγον οὐδὲν ἀποβήσεσθαι τοῖς λαβοῦσιν, εἰ μὴ πρὸ παντὸς ἄλλου διδαχθεῖεν,

 

 ὅτι πάντων πατήρ τε καὶ δεσπότης ὁ θεὸς ὢν καὶ πάντα ἐπιβλέπων τοῖς μὲν ἑπομένοις 

 

αὐτῷ δίδωσιν εὐδαίμονα βίον, τοὺς ἔξω δὲ βαίνοντας ἀρετῆς μεγάλαις περιβάλλει

 

 συμφοραῖς. [21] τοῦτο δὴ παιδεῦσαι βουληθεὶς Μωυσῆς τὸ παίδευμα τοὺς ἑαυτοῦ 

 

πολίτας τῆς τῶν νόμων θέσεως οὐκ ἀπὸ συμβολαίων καὶ τῶν πρὸς ἀλλήλους δικαίων

 

 ἤρξατο τοῖς ἄλλοις παραπλησίως, ἀλλ᾽ ἐπὶ τὸν θεὸν καὶ τὴν τοῦ κόσμου κατασκευὴν

 

 τὰς γνώμας αὐτῶν ἀναγαγὼν καὶ πείσας, ὅτι τῶν ἐπὶ γῆς ἔργων τοῦ θεοῦ κάλλιστόν

 

 ἐσμεν ἄνθρωποι, ὅτε πρὸς τὴν εὐσέβειαν ἔσχεν ὑπακούοντας, ῥᾳδίως ἤδη περὶ πάντων

 

 ἔπειθεν. [22] οἱ μὲν γὰρ ἄλλοι νομοθέται τοῖς μύθοις ἐξακολουθήσαντες τῶν 

 

ἀνθρωπίνων ἁμαρτημάτων εἰς τοὺς θεοὺς τῷ λόγῳ τὴν αἰσχύνην μετέθεσαν

 

 καὶ πολλὴν ὑποτίμησιν τοῖς πονηροῖς ἔδωκαν: [23] ὁ δ᾽ ἡμέτερος νομοθέτης 

 

ἀκραιφνῆ τὴν ἀρετὴν ἔχοντα τὸν θεὸν ἀποφήνας ᾠήθη δεῖν τοὺς ἀνθρώπους ἐκείνης

 

 πειρᾶσθαι μεταλαμβάνειν καὶ τοὺς μὴ ταῦτα φρονοῦντας μηδὲ μὴν πιστεύοντας

 

 ἀπαραιτήτως ἐκόλασε. [24] πρὸς ταύτην οὖν τὴν ὑπόθεσιν ποιεῖσθαι τὴν ἐξέτασιν

 

 τοὺς ἀναγνωσομένους παρακαλῶ: φανεῖται γὰρ σκοπουμένοις οὕτως οὐδὲν οὔτ᾽

 

 ἄλογον αὐτοῖς οὔτε πρὸς τὴν μεγαλειότητα τοῦ θεοῦ καὶ τὴν φιλανθρωπίαν ἀνάρμοστον: 

 

πάντα γὰρ τῇ τῶν ὅλων φύσει σύμφωνον ἔχει τὴν διάθεσιν, τὰ μὲν αἰνιττομένου τοῦ 

 

νομοθέτου δεξιῶς, τὰ δ᾽ ἀλληγοροῦντος μετὰ σεμνότητος, ὅσα δ᾽ ἐξ εὐθείας λέγεσθαι 

 

συνέφερε, ταῦτα ῥητῶς ἐμφανίζοντος. [25] τοῖς μέντοι βουλομένοις καὶ τὰς αἰτίας

 

 ἑκάστου σκοπεῖν πολλὴ γένοιτ᾽ ἂν ἡ θεωρία καὶ λίαν φιλόσοφος, ἣν ἐγὼ νῦν μὲν

 

 ὑπερβάλλομαι, θεοῦ δὲ διδόντος ἡμῖν χρόνον πειράσομαι μετὰ ταύτην γράψαι τὴν

 

 πραγματείαν. [26] τρέψομαι δὲ ἐπὶ τὴν ἀφήγησιν ἤδη τῶν πραγμάτων μνησθεὶς 

 

πρότερον ὧν περὶ τῆς τοῦ κόσμου κατασκευῆς εἶπε Μωυσῆς: ταῦτα δ᾽ ἐν ταῖς ἱεραῖς 

 

βίβλοις εὗρον ἀναγεγραμμένα. ἔχει δὲ οὕτως:

[27]Ἐν ἀρχῇ ἔκτισεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ταύτης δ᾽ ὑπ᾽ ὄψιν οὐκ ἐρχομένης,

 

 ἀλλὰ βαθεῖ μὲν κρυπτομένης σκότει, πνεύματος δ᾽ αὐτὴν ἄνωθεν ἐπιθέοντος, γενέσθαι

 

 φῶς ἐκέλευσεν ὁ θεός. [28] καὶ γενομένου τούτου κατανοήσας τὴν ὅλην ὕλην διεχώρισε

 

 τό τε φῶς καὶ τὸ σκότος καὶ τῷ μὲν ὄνομα ἔθετο νύκτα, τὸ δὲ ἡμέραν ἐκάλεσεν ἑσπέραν 

 

τε καὶ ὄρθρον τὴν ἀρχὴν τοῦ φωτὸς καὶ τὴν ἀνάπαυσιν προσαγορεύσας. [29] καὶ αὕτη

 

 μὲν ἂν εἴη πρώτη ἡμέρα, Μωυσῆς δ᾽ αὐτὴν μίαν εἶπε: τὴν δὲ αἰτίαν ἱκανὸς μέν εἰμι

 

 ἀποδοῦναι καὶ νῦν, ἐπεὶ δ᾽ ὑπέσχημαι τὴν αἰτιολογίαν πάντων ἰδίᾳ συγγραψάμενος 

 

παραδώσειν, εἰς τότε καὶ τὴν περὶ αὐτῆς ἑρμηνείαν ἀναβάλλομαι. [30] μετὰ δὴ τοῦτο

 

 τῇ δευτέρᾳ τῶν ἡμερῶν τὸν οὐρανὸν τοῖς ὅλοις ἐπιτίθησιν, ὅτ᾽ αὐτὸν ἀπὸ τῶν ἄλλων

 

 διακρίνας κατ᾽ αὐτὸν ἠξίωσε τετάχθαι, κρύσταλλόν τε περιπήξας αὐτῷ καὶ νότιον αὐτὸν 

 

καὶ ὑετώδη πρὸς τὴν ἀπὸ τῶν δρόσων ὠφέλειαν ἁρμοδίως τῇ γῇ μηχανησάμενος.

 

 [31] τῇ δὲ τρίτῃ ἵστησι τὴν γῆν ἀναχέας περὶ αὐτὴν τὴν θάλασσαν: κατ᾽ αὐτὴν δὲ

 

 ταύτην τὴν ἡμέραν εὐθὺς φυτά τε καὶ σπέρματα γῆθεν ἀνέτειλε. τῇ τετάρτῃ δὲ 

 

διακοσμεῖ τὸν οὐρανὸν ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄλλοις ἄστροις κινήσεις αὐτοῖς 

 

ἐπιστείλας καὶ δρόμους, οἷς ἂν αἱ τῶν ὡρῶν περιφοραὶ σημαίνοιντο. 

 

[32] πέμπτῃ ἡμέρᾳ ζῷά τε κατ᾽ αὐτὴν νηκτὰ καὶ μετάρσια τὰ μὲν κατὰ βάθους τὰ

 

 δὲ δι᾽ ἀέρος ἀνῆκε συνδησάμενος αὐτὰ κοινωνίᾳ καὶ μίξει γονῆς ἕνεκα καὶ τοῦ 

 

συναύξεσθαι καὶ πλεονάζειν αὐτῶν τὴν φύσιν. τῇ δὲ ἕκτῃ ἡμέρᾳ δημιουργεῖ τὸ τῶν

 

 τετραπόδων γένος ἄρρεν τε καὶ θῆλυ ποιήσας: ἐν ταύτῃ δὲ καὶ τὸν ἄνθρωπον ἔπλασε.

 

 [33] καὶ τὸν κόσμον ἓξ ταῖς πάσαις ἡμέραις Μωυσῆς καὶ πάντα τὰ ἐν αὐτῷ φησὶ γενέσθαι,

 

 τῇ δὲ ἑβδόμῃ ἀναπαύσασθαι καὶ λαβεῖν ἀπὸ τῶν ἔργων ἐκεχειρίαν, ὅθεν καὶ ἡμεῖς 

 

σχολὴν ἀπὸ τῶν πόνων κατὰ ταύτην ἄγομεν τὴν ἡμέραν προσαγορεύοντες αὐτὴν 

 

σάββατα: δηλοῖ δὲ ἀνάπαυσιν κατὰ τὴν Ἑβραίων διάλεκτον τοὔνομα.

[34]

Καὶ δὴ καὶ φυσιολογεῖν Μωυσῆς μετὰ τὴν ἑβδόμην ἤρξατο περὶ τῆς τἀνθρώπου 

 

κατασκευῆς λέγων οὕτως: ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς λαβών,

 

 καὶ πνεῦμα ἐνῆκεν αὐτῷ καὶ ψυχήν. ὁ δ᾽ ἄνθρωπος οὗτος Ἄδαμος ἐκλήθη: σημαίνει

 

 δὲ τοῦτο κατὰ γλῶτταν τὴν Ἑβραίων πυρρόν, ἐπειδήπερ ἀπὸ τῆς πυρρᾶς γῆς 

 

φυραθείσης ἐγεγόνει: τοιαύτη γάρ ἐστιν ἡ παρθένος γῆ καὶ ἀληθινή. [35] παρίστησι

 

 δὲ ὁ θεὸς τῷ Ἀδάμῳ κατὰ γένη τὰ ζῷα θῆλύ τε καὶ ἄρρεν ἀποδειξάμενος καὶ τούτοις

 

 ὀνόματα τίθησιν, οἷς ἔτι καὶ νῦν καλοῦνται. βλέπων δὲ τὸν Ἄδαμον οὐκ ἔχοντα

 

 κοινωνίαν πρὸς τὸ θῆλυ καὶ συνδιαίτησιν, οὐδὲ γὰρ ἦν, ξενιζόμενον δ᾽ ἐπὶ τοῖς

 

 ἄλλοις ζῴοις οὕτως ἔχουσι, μίαν αὐτοῦ κοιμωμένου πλευρὰν ἐξελὼν ἐξ αὐτῆς 

 

ἔπλασε γυναῖκα. [36] καὶ ὁ Ἄδαμος προσαχθεῖσαν αὐτὴν ἐγνώρισεν ἐξ αὑτοῦ γενομένην.

 

 ἔσσα δὲ καθ᾽ Ἑβραίων διάλεκτον καλεῖται γυνή, τὸ δ᾽ ἐκείνης ὄνομα τῆς γυναικὸς Εὔα ἦν: 

 

σημαίνει δὲ τοῦτο πάντων μητέρα.

[37]

Φησὶ δὲ τὸν θεὸν καὶ παράδεισον πρὸς τὴν ἀνατολὴν καταφυτεῦσαι παντοίῳ τεθηλότα

 

 φυτῷ: ἐν τούτοις δ᾽ εἶναι καὶ τῆς ζωῆς τὸ φυτὸν καὶ ἄλλο τὸ τῆς φρονήσεως, ᾗ 

 

διεγινώσκετο τί εἴη τὸ ἀγαθὸν καὶ τί τὸ κακόν. [38] εἰς τοῦτον δὲ τὸν κῆπον

 

 εἰσαγαγόντα τόν τε Ἄδαμον καὶ τὴν γυναῖκα κελεῦσαι τῶν φυτῶν ἐπιμελεῖσθαι. 

 

ἄρδεται δ᾽ οὗτος ὁ κῆπος ὑπὸ ἑνὸς ποταμοῦ πᾶσαν ἐν κύκλῳ τὴν γῆν περιρρέοντος,

 

 ὃς εἰς τέσσαρα μέρη σχίζεται. καὶ Φεισὼν μέν, σημαίνει δὲ πληθὺν τοὔνομα, ἐπὶ τὴν

 

 Ἰνδικὴν φερόμενος ἐκδίδωσιν εἰς τὸ πέλαγος ὑφ᾽ Ἑλλήνων Γάγγης λεγόμενος,

 

 [39] Εὐφράτης δὲ καὶ Τίγρις ἐπὶ τὴν Ἐρυθρὰν ἀπίασι θάλασσαν: καλεῖται δὲ ὁ μὲν

 

 Εὐφράτης Φοράς, σημαίνει δὲ ἤτοι σκεδασμὸν ἢ ἄνθος, Τίγρις δὲ Διγλάθ, ἐξ οὗ 

 

φράζεται τὸ μετὰ στενότητος ὀξύ: Γηὼν δὲ διὰ τῆς Αἰγύπτου ῥέων δηλοῖ τὸν 

 

ἀπὸ τῆς ἐναντίας ἀναδιδόμενον ἡμῖν, ὃν δὴ Νεῖλον Ἕλληνες προσαγορεύουσιν.

[40]

Ὁ δὴ τοίνυν θεὸς τὸν Ἄδαμον καὶ τὴν γυναῖκα τῶν μὲν ἄλλων φυτῶν ἐκέλευε γεύεσθαι, 

 

τοῦ δὲ τῆς φρονήσεως ἀπέχεσθαι, προειπὼν ἁψαμένοις ἀπ᾽ αὐτοῦ ὄλεθρον γενησόμενον.

 

 [41] ὁμοφωνούντων δὲ κατ᾽ ἐκεῖνο καιροῦ τῶν ζῴων ἁπάντων ὄφις συνδιαιτώμενος

 

 τῷ τε Ἀδάμῳ καὶ τῇ γυναικὶ φθονερῶς μὲν εἶχεν ἐφ᾽ οἷς αὐτοὺς εὐδαιμονήσειν ᾤετο 

 

πεπεισμένους τοῖς τοῦ θεοῦ παραγγέλμασιν, [42] οἰόμενος δὲ συμφορᾷ περιπεσεῖσθαι

 

 παρακούσαντας ἀναπείθει κακοήθως τὴν γυναῖκα γεύσασθαι τοῦ φυτοῦ τῆς

 

 φρονήσεως ἐν αὐτῷ λέγων εἶναι τήν τε τἀγαθοῦ καὶ τοῦ κακοῦ διάγνωσιν, 

 

ἧς γενομένης αὐτοῖς μακάριον καὶ μηδὲν ἀπολείποντα τοῦ θείου διάξειν βίον. 

 

[43] καὶ παρακρούεται μὲν οὕτω τὴν γυναῖκα τῆς ἐντολῆς τοῦ θεοῦ καταφρονῆσαι:

 

 γευσαμένη δὲ τοῦ φυτοῦ καὶ ἡσθεῖσα τῷ ἐδέσματι καὶ τὸν Ἄδαμον ἀνέπεισεν αὐτῷ

 

 χρήσασθαι. [44] καὶ συνίεσάν τε αὑτῶν ἤδη γεγυμνωμένων καὶ τὴν αἰσχύνην ὕπαιθρον

 

 ἔχοντες σκέπην αὑτοῖς ἐπενόουν: τὸ γὰρ φυτὸν ὀξύτητος καὶ διανοίας ὑπῆρχε. 

 

φύλλοις οὖν ἑαυτοὺς συκῆς ἐσκέπασαν καὶ ταῦτα πρὸ τῆς αἰδοῦς προβαλόμενοι

 

 μᾶλλον ἐδόκουν εὐδαιμονεῖν ὡς ὧν πρότερον ἐσπάνιζον εὑρόντες. 

 

[45] τοῦ θεοῦ δ᾽ εἰς τὸν κῆπον ἐλθόντος ὁ μὲν Ἄδαμος πρότερον εἰς ὁμιλίαν αὐτῷ 

 

φοιτῶν συνειδὼς αὑτῷ τὴν ἀδικίαν ὑπεχώρει, τὸν δὲ θεὸν ἐξένιζε τὸ πραττόμενον

 

 καὶ τὴν αἰτίαν ἐπυνθάνετο, δι᾽ ἣν πρότερον ἡδόμενος τῇ πρὸς αὐτὸν ὁμιλίᾳ νῦν 

 

φεύγει ταύτην καὶ περιίσταται. [46] τοῦ δὲ μηδὲν φθεγγομένου διὰ τὸ συγγινώσκειν

 

 ἑαυτῷ παραβάντι τὴν τοῦ θεοῦ πρόσταξιν ‘ἀλλ᾽ ἐμοὶ μέν, εἶπεν ὁ θεός, ἔγνωστο

 

 περὶ ὑμῶν, ὅπως βίον εὐδαίμονα καὶ κακοῦ παντὸς ἀπαθῆ βιώσετε μηδεμιᾷ ξαινόμενοι

 

 τὴν ψυχὴν φροντίδι, πάντων δ᾽ ὑμῖν αὐτομάτων ὅσα πρὸς ἀπόλαυσιν καὶ ἡδονὴν

 

 συντελεῖ κατὰ τὴν ἐμὴν ἀνιόντων πρόνοιαν χωρὶς ὑμετέρου πόνου καὶ ταλαιπωρίας,

 

 ὧν παρόντων γῆράς τε θᾶττον οὐκ ἂν ἐπέλθοι καὶ τὸ ζῆν ὑμῖν μακρὸν γένοιτο. 

 

[47] νῦν δ᾽ εἰς ταύτην μου τὴν γνώμην ἐνύβρισας παρακούσας τῶν ἐμῶν ἐντολῶν:

 

 οὐ γὰρ ἐπ᾽ ἀρετῇ τὴν σιωπὴν ἄγεις, ἀλλ᾽ ἐπὶ συνειδότι πονηρῷ.’ 

 

[48] Ἄδαμος δὲ παρῃτεῖτο τῆς ἁμαρτίας αὑτὸν καὶ παρεκάλει τὸν θεὸν μὴ χαλεπαίνειν

 

 αὐτῷ τὴν γυναῖκα τοῦ γεγονότος αἰτιώμενος καὶ λέγων ὑπ᾽ αὐτῆς ἐξαπατηθεὶς

 

 ἁμαρτεῖν, ἡ δ᾽ αὖ κατηγόρει τοῦ ὄφεως. [49] ὁ δὲ θεὸς ἥττονα γυναικείας

 

 συμβουλίας αὐτὸν γενόμενον ὑπετίθει τιμωρίᾳ, τὴν γῆν οὐκέτι μὲν οὐδὲν αὐτοῖς 

 

ἀναδώσειν αὐτομάτως εἰπών, πονοῦσι δὲ καὶ τοῖς ἔργοις τριβομένοις τὰ μὲν παρέξειν,

 

 τῶν δ᾽ οὐκ ἀξιώσειν. Εὔαν δὲ τοκετοῖς καὶ ταῖς ἐξ ὠδίνων ἀλγηδόσιν ἐκόλαζεν, 

 

ὅτι τὸν Ἄδαμον οἷς αὐτὴν ὁ ὄφις ἐξηπάτησε τούτοις παρακρουσαμένη συμφοραῖς

 

 περιέβαλεν. [50] ἀφείλετο δὲ καὶ τὸν ὄφιν τὴν φωνὴν ὀργισθεὶς ἐπὶ τῇ κακοηθείᾳ

 

 τῇ πρὸς τὸν Ἄδαμον καὶ ἰὸν ἐντίθησιν ὑπὸ τὴν γλῶτταν αὐτῷ πολέμιον ἀποδείξας

 

 ἀνθρώποις καὶ ὑποθέμενος κατὰ τῆς κεφαλῆς φέρειν τὰς πληγάς, ὡς ἐν ἐκείνῃ 

 

τοῦ τε κακοῦ τοῦ πρὸς ἀνθρώπους κειμένου καὶ τῆς τελευτῆς ῥᾴστης τοῖς ἀμυνομένοις 

 

ἐσομένης, ποδῶν τε αὐτὸν ἀποστερήσας σύρεσθαι κατὰ τῆς γῆς ἰλυσπώμενον ἐποίησε.

 

 [51] καὶ ὁ μὲν θεὸς ταῦτα προστάξας αὐτοῖς πάσχειν μετοικίζει τὸν Ἄδαμον καὶ τὴν

 

 Εὔαν ἐκ τοῦ κήπου εἰς ἕτερον χωρίον.

Continuação