Cassius Dio ► História Romana (Greek Text)


Posted by Queruvim

TOME PREMIER : FRAGMENTS  I à C + éclaircissements. (bilíngue)

TOME PREMIER : FRAGMENTS  CI à CCIX + éclaircissements (bilíngue)

Perseus

Em PDF

English Translation here

I. [Ἀνέγνωκα] πάντα ὡς εἰπεῖν τὰ περὶ αὐτῶν τισι γεγραμμένα· συνέγραψα δὲ οὐ πάντα, ἀλλ’ ὅσα ἐξέκρινα. Μὴ μέντοι μηδ’ ὅτι κεκαλλιεπημένοις, ἐς ὅσον γε καὶ τὰ πράγματα ἐξεπέτρεψε, λόγοις κέχρημαι, ἐς τὴν ἀλήθειαν αὐτῶν διὰ τοῦτό τις ὑποπτεύσῃ, ὅπερ ἐπ’ ἄλλων τινῶν συμβέβηκεν· ἐγὼ γὰρ ἀμφότερα, ὡς οἷόν τε ἦν, ὁμοίως ἀκριβῶσαι ἐσπούδασα. Ἄρξομαι δὲ ὅθενπερ τὰ σαφέστατα τῶν περὶ τήνδε τὴν γῆν, ἣν κατοικοῦμεν, συμβῆναι λεγομένων παρελάβομεν τὴν χώραν ταύτην, ἐν ᾗ τὸ τῶν Ρωμαίων ἄστυ πεπόλισται.

 

 II. Αὐσονία δὲ κυρίως, ὡς Δίων γράφει ὁ Κοκκειανός, ἡ τῶν Αὐρούγκων γῆ μόνη λέγεται, μέσον Καμπανῶν καὶ Οὐόλσκων παρὰ θάλασσαν κειμένη. Συχνοὶ δὲ καὶ μέχρι τοῦ Λατίου Αὐσονίαν εἶναι ἐνόμισαν· ὥστε καὶ πᾶσαν τὴν Ἰταλίαν ἐκ τούτου Αὐσονίαν κληθῆναι.

II. Οἱ δὲ Λίγυες τὴν παραλίαν ἀπὸ Τυρσηνίδος μέχρι τῶν Ἄλπεων καὶ ἄχρι Γαλατῶν νέμονται, ὥς φησι Δίων.

IV. Οἱ γὰρ Ἰάπυγες καὶ Ἄπουλοι περὶ τὸν Ἰόνιον κόλπον οἰκοῦσιν. Ἀπούλων δὲ ἔθνη, κατὰ τὸν Δίωνα, Πευκέτιοι, Πεδίκουλοι, καὶ Δαύνιοι, καὶ Ταραντῖνοι, καὶ Κάνναι. Διομήδους πεδίον ἔστι περὶ τὴν Ἀπουλίαν τῶν Δαυνίων.

V. Ἡ δὲ Μεσσαπία καὶ Ἰαπυγία ὕστερον Σαλεντία, εἶτα Καλαβρία ἐκλήθη. Ἡ δὲ Ἀργύριππα, πόλις τοῦ Διομήδους, μετεκλήθη Ἀπούλοις Ἄρποι.

VI. Ἔνθα νῦν ἡ Χώνη ἐστί, χωρίον ἦν πρῶτον λεγόμενον Οἴνωτρον, ὅπου ὁ Φιλοκτήτης κατῴκησε μετὰ τὴν τῆς Ἰλίου πόρθησιν· καθὰ Διονύσιος καὶ Δίων ὁ Κοκκειανὸς καὶ πάντες οἱ τὰ Ῥωμαιικὰ γράψαντες ἱστοροῦσιν.

 

 

 

 VII. Εὕανδρος Ἀρκὰς ἀπὸ Παλλαντίου ἐστάλη μετὰ Ἀρκάδων εἰς ἀποικίαν, καὶ παρὰ τῷ Θύβρι πόλιν ᾦκισε, Ῥωμαίων μέρος της καθ’ ἡμᾶς πόλεως· καί ὄνομα ἔσχε Παλλάντιον κατὰ μνήμην τοῦ ἐν Ἀρκαδίᾳ· χρόνῳ δὲ ὕστερον, μετέπεσε τὸ ὅνομα ἐν ἀναιρέσει γραμμάττων τοῦ τε λ καὶ τοῦ ν.

 

 

 VIII. Αἰνείας γοῦν ἀπὸ Μακεδονίας ἦλθεν εἰς Ἰταλίαν, ἢ πρὶν Ἄργεσσα ἐκαλεῖτο, εἶτα Σατουρνία, ἀπὸ τοῦ Κρόνου· Σατοῦρνος γὰρ ὁ Κρόνος παρὰ Ῥωμαίοις· εἶτα ἀπό τινος Αὔσονος, Αὐσονιά· εἶτα Τυρρηνία· εἶτα ἀπὸ Ἰταλοῦ τινος, ἢ ἀφ’ ἑνὸς ταύρου τῶν Γηρυόνου ἀγομένων παρα Ἡρακλέους, καὶ ἀπὸ Ῥηγίου διανηξαμένου εἰς Σικιλίαν, εἰς πεδίον Ἕρυκος, Ἐλύμων μὲν βασιλέως, υ!ιοῦ δὲ Ποσειδῶνος, Ἰταλία ἡ χώρα ἐκλήθη.  Ἰταλὸν γὰρ Τυρρηνοὶ τὸν ταῦρον καλοῦσιν. Οὕτως οὖν Ἰταλία ἡ χώρα ἐκλήθη, ἧς πρῶτος Πῖκος ἐβασίλευσεν, εἶτα υἱὸς αὐτοῦ Φαῦνος· ὅτε καὶ Ἡρακλῆς ἐκεῖσε, μετὰ τῶν λοιπῶν τοῦ Γηρυόνον βοῶν παρεγένετο.  Καὶ γεννᾷ Λατῖνον ἐκ τῆς Φαύνου γυναικὸς, ὃς ἐβασίλευσε τῶν ἐκεῖ καὶ ἀπ’ αὐτοῦ Λατῖνοι πάντες ἐκλήθησαν.

Πεντηκοστῷ δὲ πέμπτῳ ἔτει ἀφ’ Ἡρακλέους, οὗτος ὁ Αἰνείας, μετὰ τὴν τῆς Τροίας ἅλωσιν, εἰς Ἰταλίαν, ὡς ἔφημεν, καὶ Λατίνους παραγίνεται. Περὶ Λαύρεντον δὲ προσώκειλε, τὸ καὶ Τροίαν καλούμενον, περὶ Νουμίκιον ποταμόν· ἔχων καὶ τὸν ἐκ Κρεούσης υἱὸν αὐτοῦ Ἀσκάνιον ἢ Ἶλον. Ὅπου φαγόντων τῶν μετ’ αὐτοῦ τὰς τραπέζας σελινίνας οὔσας, ἢ ἐκ τῶν σκληροτέρων μερῶν τῶν ἄρτων (οὐ γὰρ εἶχον τραπέζας), ἔτι δὲ καὶ χοίρου λευκῆς ἀπὸ τοῦ πλοίου αὐτοῦ ἀποσκιρτησάσης ἐπὶ τὸ ἀπ’ αὐτῆς (ὠνομασμένον) Ἀλβανὸν ὄρος, καὶ τριάκοντα τετοκυίας· ἅπερ ἐδήλουν ὅτι τριακοστῷ ἔτει οἱ παῖδες αὐτοῦ καὶ γῆν καὶ κράτος ἄμεινον ἕξουσιν, ἐπαύθη τῆς ἀλητείας, ἐκ χρησμοῦ τοῦτο προακηκοώς, θύσας δὲ καὶ τὴν χοῖρον παρεσκευάζετο κτίζειν πόλιν.

Ὁ δὲ Λατῖνος τοῦτον οὐκ εἴα· ἡττηθεὶς δὲ πολέμῳ δίδωσιν αἰνείᾳ πρὸς γάμον Λαβινίαν τὴν αὑτοῦ θυγατέρα. Αἰνείας δὲ κτίσας πόλιν Λαβινίον ὠνόμασε. Λατίνου δὲ καὶ Τύρνου τοῦ Ῥουτούλων βασιλέως πολέμῳ ὑπ’ ἀλλήλων ἀποθανόντων αἰνείας ἐβασίλευσεν. Ἀνῃρημένου δὲ καὶ Αἰνείου πολέμῳ ἐν Λαυρέντῳ ὑπὸ τῶν αὐτῶν Ῥουτούλων καὶ Μεζεντίου τοῦ Τυρρηνοῦ, ἐγκύου οὔσης τῆς Αἰνείου γυναικὸς Λαβινίας τὸν Σίλβιον, Ἀσκάνιος ὁ ἐκ Κρεούσης παῖς βασιλεύει. Ὃς καὶ τὸν Μεζέντιον πολέμῳ συμβαλόντα νικᾷ τελέως, μὴ δεχόμενον τὰς πρεσβείας, ἀλλὰ τὰ τοῦ Λατίνου πάντα εἰς ἐτήσιον δασμὸν ζητοῦντα. Αὐξηθέντες δὲ οἱ Λατῖνοι, ἐπεὶ καὶ τὸ τριακοστὸν ἔτος ἐνέστη, Λαβινίου μὲν ὑπερεφρόνησαν, Ἄλβαν δὲ Λόγγαν ἑτέραν πόλιν ἔκτισαν ἀπὸ τῆς χοίρου, τουτέστι Λευκὴν Μακράν, καὶ τὸ ἐκεῖσε ὄρος Ἀλβανὸν ἐκάλεσαν ὁμοίως· τὰ δὲ ἐκ Τροίας ἀγάλματα μόνα πρὸς τὸ Λαβίνιον δεύτερον ὑπεστράφησαν. Μετὰ δὲ Ἀσκανίου τελευτὴν οὐχ ὁ αὐτοῦ παῖς Ἰοῦλος ἐβασίλευσεν, ἀλλ’ ὁ ἐκ Λαβινίας Αἰνείου υἱὸς Σίλβιος, ἢ κατά τινας Ἀσκανίου υἱὸς Σίλβιος. Σιλβίου πάλιν ἄλλο ς Αἰνείας, οὗ Λατῖνος, οὗ Κάπυς· Κάπυος δὲ παῖς Τιβερῖνος, οὗ Ἀμύλιος, οὗ Ἀβεντῖνος.

Μέχρι τούτου τὰ περὶ Ἄλβης καὶ Ἀλβανῶν. Τὰ δὲ περὶ Ῥώμης ἐντεῦθεν. Ἀβεντῖνος γεννᾷ Νομήτορα καὶ Ἀμούλιον. Βασιλεύοντα δὲ τὸν Νομήτορα ὁ Ἀμούλιος ἐξήλασε, καὶ Αἰγέστην τὸν Νομήτορος υἱὸν ἐν κυνηγεσίῳ ἀναιρεῖ. Τὴν δὲ ἀδελφὴν Αἰγέστου, θυγατέρα δὲ τοῦ προρρηθέντος Νομήτορος, Σιλουίαν ἢ Ῥέαν Ἰλίαν, ἱέρειαν τῆς θεᾶς Ἑστίας ποιεῖ, ὡς ἂν παρθένος διαμείνῃ. Ἐδεδίει γάρ τινα χρησμὸν λέγοντα ὑπὸ τῶν Νομήτορος παίδων αὐτὸν ἀναιρεθῆναι. Διά τοι τοῦτο τὸν μὲν Αἰγέστην ἀνεῖλε, τὴν δὲ ἱέρειαν τῆς Ἑστίας ἐποίησεν, ὅπως παρθένος καὶ ἄπαις διαμείνῃ. Ἡ δὲ ἐν Ἄρεος ἄλσει ὑδρευομένη ἔγκυος γίνεται, καὶ γεννᾷ Ῥωμύλον καὶ Ῥήμον. Καὶ τήνδε μὲν ἐξαιτεῖται μὴ ἀποθανεῖν ἡ τοῦ Ἀμουλίου θυγάτηρ, τὰ δὲ βρέφη Φαιστύλῳ ποιμένι, Λαυρεντίας ἀνδρί, ἔδοντο ῥῖψαι περὶ τὸν Τίβεριν ποταμόν. Ἃ ἡ τούτου γυνὴ λαβοῦσα ἀνέτρεφεν· ἔτυχε γὰρ αὐτὴν τότε νεκρὸν βρέφος τεκεῖν.

Αὐξηθέντες δὲ ὁ Ῥωμύλος καὶ ὁ Ῥήμος ἐποίμαινον κατὰ τοὺς τοῦ Ἀμουλίου ἀγρούς, ἀνελόντες δέ τινας τῶν τοῦ πάππου Νομήτορος ποιμένων ἐπετηροῦντο. Κατασχεθέντος δὲ τοῦ Ῥώμου δραμὼν ὁ Ῥωμύλος τῷ Φαιστύλῳ λέγει, καὶ ὃς δραμὼν τῷ Νομήτορι πάντα διηγεῖται. Τέλος ἔγνω Νομήτωρ τῆς θυγατρὸς αὑτοῦ παῖδας ὄντας αὐτούς. Οἱ δὲ συναραμένων πολλῶν ἀναιροῦσι τὸν Ἀμούλιον. Τῷ δὲ Νομήτορι πάππῳ αὑτῶν τὴν βασιλείαν τῆς Ἄλβης παρασχόντες, αὐτοὶ τὴν Ῥώμην κτίζειν ἀπήρξαντο, ὀκτωκαιδεκάτῳ ἔτει τῆς Ῥωμύλου ἡλικίας. Πρὸ δὲ τῆς μεγάλης ταύτης Ῥώμης, ἣν ἔκτισε Ῥωμύλος περὶ τὴν Φαιστύλου οἰκίαν, ἐν ὄρει Παλατίῳ, τετράγωνος ἐκτίσθη Ῥώμη παρὰ Ῥώμου καὶ Ῥωμύλου παλαιοτέρων τούτων.

 IX. Ὅτι περὶ Τυρρηνῶν φησιν ὁ Δίων· Ταῦτα γὰρ καὶ προσῆκεν ἐνταῦθα τοῦ λόγου περὶ αὐτῶν γεγράφθαι· καὶ ἄλλο τι, καὶ αὖθις αὖ ἕτερον ὅτῳ ποτ’ ἂν ἡ διέξοδος τῆς συγγραφῆς τὸ ἀεὶ παρὸν εὐτρεπίζουσα προστύχῃ, κατὰ καιρὸν εἰρήσεται. Τὸ δ’ αὐτὸ τοῦτο καὶ περὶ τῶν ἄλλων τῶν ἀναγκαίων ἀρκούντως ἔχοντες· τὰ μὲν γὰρ τῶν Ῥωμαίων πάντα κατὰ δύναμιν ἐπέξειμι, τῶν δὲ δὴ λοιπῶν τὰ πρόσφορα αὐτοῖς μόνα γεγράψεται.

X. Οὐ γὰρ ἔστιν οὔτε προιιδέσθαι πάντα ἀνθρώπῳ ὄντι, οὔτ’ ἀποτροπὴν τῶν ἀναγκαίως ἐσομένων εὑρεῖν· τιμωρούς τινας τῆς ἀδικίας αὐτοῦ ἐκ τῆς κόρης ἐκείνης γεννηθῆναι.  

 

XI. Ὅτι στασιάσαντες πρὸς ἀλλήλους Ῥύμος καὶ Ῥωμύλος· Ἔκδημον ἐποίησαν.

Ὅτι τινὲς καὶ πάνυ ἀσφαλέστερον τοὺς κινδύνους τῶν εὐτυχιῶν συνδιαφέρουσιν.

Καὶ αὐτοί τε ἐξέμαθον καὶ τοὺς ἄλλους ἐξεδίδαξαν.

Ὅτι οὔθ’ οἱ τιμωρούμενοί τινας κατορθοῦσι πάντως, ὅτι προηδίκηνται, οὔθ’ οἱ παρὰ τῶν κρειττόνων ἀπαιτοῦντές τινα ἀπολαμβάνουσιν αὐτά, ἀλλὰ πολλάκις καὶ τὰ λοιπὰ προσαπολλύουσιν.

XII. Ὅτι Ῥωμύλος ἐπὶ τοῦ Παλλαντίου τὸ τῆς μελλούσης ἔσεσθαι Ῥώμης σχῆμα διαφράφων, ταῦρον δαμάλει συνέζευσε· τὸν μὲν ταῦρον ἔξω πρὸς τὸ πεδίον νεύοντα, τὴν δὲ δάμαλιν πρὸς τὴν πόλιν· ύσυμβολικῶς διὰ τούτων εὐχόμενος, τοὺς μὲν ἄνδρας φοβεροὺς εἶναι τοῖς ἔξω, τὰς δὲ γυναῖκας γονίμους καὶ πιστὰς οἰκουρούς· εἶτα βῶλον λαβὼν ἔξωθεν ἔσω ῥίπτει τῆς πόλεως εὐχόμενος ἀπὸ τῶν ἀλλοτρίων τὰ ταύτης αὔξειν.

XIII. Ὅτι ἡ Ἑρσιλία καὶ αἱ ἄλλαι αἱ ὁμόφυλοι γυναῖκες τηρήσασαί ποτε ἀντιπαρατεταγμένους σφᾶς κατέδραμον ἀπὸ τοῦ Παλατίου μετὰ τῶν παιδίων· ἤδη γάρ τινα ἐγεγέννητο· καὶ ἐς τὸ μεταίχμιον ἐξαπίνης ἐσπεσοῦσαι πολλὰ καὶ οἰκτρὰ καὶ εἶπον καὶ ἐποίησαν· τοτὲ μὲν γὰρ πρὸς τούτους τοτὲ δὲ πρὸς ἐκείνους βλέπουσαι· τί ταῦτα, ἔφασαν, ποιεῖτε, πατέρες; Τί ταῦτα, ἄνδρες; Μέχρι ποῦ μαχεῖσθε; Μέχρι ποῦ μισήσετε ἀλλήλους; Καταλλάγητε τοῖς γαμβροῖς, καταλλάγητε τοῖς πενθεροῖς· φείσασθε πρὸς τοῦ Πανὸς τῶν τέκνων, φείσασθε πρὸς τοῦ Κυρίνου τῶν ἐκγόνων, ἐλεήσατε τὰς θυγατέρας, ἐλεήσατε τὰς γυναῖκας· ὡς εἴγε ἀκαταλλάκτως ἔχετε καί τις ὑμᾶς σκηπτὸς μανίας ἐσπεσὼν οἰστρεῖ, ἡμᾶς τε, δι’ ἃς μάχεσθε, προαποκτείνατε, καὶ τὰ παιδία ταῦτα ἃ μισεῖτε προαποσφάξατε· ἵνα μηδὲν ἔτι μήτ’ ὄνομα μήτε σύνδεσμον συγγενείας πρὸς ἀλλήλους ἔχοντες κερδάνητε τὸ μέγιστον τῶν κακῶν, τὸ τούς τε πάππους τῶν παίδων καὶ τοὺς πατέρας τῶν ἐκγόνων φονεύειν. Ταῦτά τε ἔλεγον καὶ τὰ ἱμάτια καταρρηξάμεναι· τούς τε μαστοὺς καὶ τὰς γαστέρας γυμνώσασαι, αἱ μὲν αὐταὶ τοῖς ξίφεσί σφων ἐνεχρίμπτοντο· αἱ δὲ καὶ τὰ παιδία αὐτοῖς προσερρίπτουν· ὥστε ἐκείνους καὶ ἐξ ὧν ἤκουον καὶ ἐξ ὧν ἑώρων κλαῦσαι καὶ τῆς τε μάχης ἐπισχεῖν, καὶ ἐς λόγους αὐτοῦ, ὥσπερ εἶχον, ἐν τῷ κομιτίῳ δι’ αὐτὸ τοῦτο κληθέντι, συνελθεῖν.

 XIV. Τρίβους, τριττὺς ἢ τρίτον μέρος. Τρισχίλιοι γὰρ ὄντες ὁπλῖται Ῥωμύλου, ὥς φησι Δίων ἐν τῷ πρώτῳ λόγῳ τῆς ἱστορίας, εἰς τρεῖς ἐνεμήθησαν μοίρας κληθείσας τρίβους. Τοῦτ’ ἔστι τριττύας, ἃς καὶ φυλὰς ὠνόμασαν Ἕλληνες. Ἑκάστη δὲ τριττὺς εἰς δέκα διῃρέθη κουρίας ἤτοι φροντιστήρια. Κοῦρα μὲν γὰρ ἡ φροντὶς λέγεται· καθ’ ἑκάστην δὲ κουρίαν συνιόντες οἱ εἰς αὐτὴν τεταγμένοι τινὰ τῶν καθηκόντων ἐξεφρόν τιζον. Λέγονται δὲ καθ’ Ἕλληνας αἱ κουρίαι φρατρίαι καὶ φατρίαι, [οἱονεὶ ἑταιρεῖαι ἀδελφότητες συναλλάγματα συστήματα] παρὰ τὸ τοὺς φρατριάζοντας φράζειν ἢ φαίνειν ἀτρέπτως καὶ ἀφόβως [ἀλλήλοις] τὰ ἴδια βουλήματα. [Ὅθεν καὶ φράτορες οἱ πατέρες ἢ συγγενεῖς ἢ διδάσκαλοι, οἱ τῆς αὐτῆς φρατρίας μετέχοντες]. τάχα δὲ καὶ ἀπὸ τῆς ῥωμαιικῆς μετηνέχθη λέξεως τοῦ φράτερ, ὃ δηλοῖ τὸν ἀδελφόν.

Πολὺ γὰρ διαφέρει ἐκ καινῆς τινας κατασταθῆναι ἢ καὶ πρότερον οὔσας ἐπικληθῆναι.

XV. Ὅτι ὁ Ῥωμύλος πρὸς τὴν γερουσίαν τραχύτερον διέκειτο καὶ τυραννικώτερον αὐτῇ προσεφέρετο, καὶ τοὺς ὀμήρους τοῖς Οὐηίοις ἀπέδωκεν καθ’ ἑαυτὸν καὶ οὐκ ἀπὸ κοινῆς γνώμης· ὥσπερ τὰ πολλὰ ἐγίγνετο. Ἀγανακτοῦντάς τε, ἐπὶ τούτῳ αἰσθόμενος ἄλλα τε ἐπαχθῆ καὶ τέλος εἶπεν, ὅτι ἐγὼ ὑμᾶς, ὦ πατέρες, ἐξελεξάμην, οὐχ ἵνα ὑμεῖς ἐμοὶ ἄρχοιτε, ἀλλ’ ἵνα ἐγὼ ὑμῖν ἐπιτάττοιμι.

XVI. Ὅτι ὁ Νουμᾶς ᾦκει ἐν κολωνῷ τῷ Κυριναλίῳ ὠνομασμένῳ ἅτε καὶ Σαβῖνος ὤν· τὰ δὲ δὴ ἀρχεῖα ἐν τῇ ἱερᾷ ὁδῷ εἶχε, καὶ τάς τε διατριβὰς πλησίον τοῦ Ἑστιαίου ἐποιεῖτο· καὶ ἔστιν ὅτε καὶ κατὰ χώραν ἔμενεν.

Ὁ δὲ Δίων φησὶν ὅτι σπουδὴν ἔχω συγγράψαι πάνθ’ ὅσα τοῖς Ῥωμαίοις καὶ εἰρηνοῦσι καὶ πολεμοῦσι ἀξίως μνήμης ἐπράχθη, ὥστε μηδὲν τῶν ἀναγκαίων μήτε ἐκείνων τινὰ μήτε τῶν ἄλλων ποθῆσαι.

Ἔπειτα καὶ ὅτι δι’ ἑαυτῶν τότε κατέστησαν, πίστιν τοῦ θείου λαβόντες, κἀκ τούτου αὐτοί τε ἐν εἰρήνῃ καὶ πρὸς ἀλλήλους καὶ πρὸς τοὺς ἀλλοφύλους παρὰ πᾶσαν τὴν τοῦ Νουμᾶ ἀρχὴν διεγένοντο. Καὶ ἐκεῖνος οὐκ ἀθεεί σφισι ἐξ ἴσου τῷ Ῥωμύλῳ ὑπάρξαι ἔδοξεν. Φασὶ δὲ αὐτὸν οἱ τὰ σαφέστατα Σαβίνων εἰδότες ἐν τῇ αὐτῇ ἡμέρᾳ ἐν ᾗ ἡ Ῥώμη ἐκτίσθη, γεγεννῆσθαι. Οὕτω μὲν δὴ δι’ ἀμφοτέρους αὐτοὺς καὶ ἰσχυρὰ ταχὺ καὶ εὔκοσμος ἡ πόλις ἐγένετο· τοῦ μὲν τὰ πολεμικὰ αὐτὴν ἀναγκαίως, ἅτε καὶ νεόκτιστον οὖσαν ἀσκήσαντος· τοῦ δὲ τὰ εἰρηνικὰ προσεκδιδάξαντος, ὥστ’ αὐτὴν ἐν ἑκατέρῳ ὁμοίως διαπρέψαι.

 XVII. Ἐπειδὴ γὰρ εὖ ἠπίστατο τοὺς πολλοὺς τῶν ἀνθρώπων τὸ μὲν ὁμοφυές σφισι καὶ σύννομον ἐν ὀλιγωρίᾳ ὡς μηδὲν βέλτιον ἑαυτῶν ὂν ποιουμένους· τὸ δὲ ἀφανὲς καὶ ἀλλοῖον ὡς καὶ κρεῖσσον πίστει τοῦ θείου θεραπεύοντας, χωρίον τέ τι ταῖς Μούσαις ἱέρωσεν.

XVIII. Δίων ὁ Ῥωμαῖος ἀρχαῖόν τινα ἥρωα Ἰανὸν λέγει διὰ τὴν Κρόνου ξένισιν λαβόντα τὴν γνῶσιν τῶν μελλόντων καὶ τῶν προῦραρχόντων, καὶ διὰ τοῦτο διπρόσωπον ὑπὸ Ῥωμαίων πλάττεσθαι. Ἐξ οὖ τόν τε μῆνα κληθῆναι Ἰανουάριον, καὶ τὴν τοῦ ἔτους ἀρχὴν ἀπὸ τοῦ αὐτου μηνὸς γίγνεσθαι.

XIX. ὅτι ὁ Τοῦλλος καὶ ὁ Μέττιος οὐδέτεροι συνεχώρουν τὴν μετανάστασιν, ἀμφότεροι δὲ τὰ σφέτερα περιέστελλον· ὅ τε γὰρ Τοῦλλος πρός τε τὴν φήμην τὴν περὶ Ῥωμύλου καὶ πρὸς τὴν δύναμιν τὴν παροῦσαν καὶ ὁ Φουφήτιος πρός τε τὴν ἀρχαιότητα τῆς Ἄλβης καὶ ὅτι καὶ μητρόπολις ἄλλων τε πολλῶν καὶ αὐτῶν τῶν Ῥωμαίων ἦν, ἐπαιρόμενοι μικρὸν οὐδὲν ἐφρόνουν. Δι’ οὖν ταῦτα τῆς ἀμφισβητήσεως ἐκείνης ἀπέστησαν, περὶ δὲ τῆς ἡγεμονίας διηνέχθησαν· ἀστασίαστοι γὰρ ἐπὶ τοῖς ἴσοις ἀσφαλῶς συμβῆναί σφας ἑώρων. – Τὸν ἐκ τῆς ἐμφύτου τοῖς ἀνθρώποις πρός τε τὸ ὅμοιον φιλονεικίας καὶ πρὸς τὸ ἄρχειν ἑτέρων ἐπιθυμίας. – Πολλάς τε καὶ περὶ τούτου δικαιώσεις ἀλλήλοις προσήνεγκον, εἴ πως ἐκείνης γε οἱ ἕτεροι ὁποτεροιοῦν ἐθελούσιοι τοῖς ἑτέροις παραχωρήσειαν, οὐδὲν δ’ ἐπέραναν, ἀλλ’ ὑπὲρ αὐτῆς ἀγωνίσασθαι συνέθεντο.

XX. Ὅτι ὁ Τοῦλλος πρὸς τοὺς πολεμίους κράτιστος ἐνομίζετο. Τοῦ δὲ δὴ θείου πάνυ καταφρονήσας παρημέλει, μέχρις οὗ νόσου λοιμώδους γενομένης καὶ αὐτὸς ἠρρώστησε. Τότε γὰρ τῶν τε ἄλλων θεῶν δι’ ἀκριβείας ἐπεμελήθη, καὶ τοὺς Σαλίους τοὺς Κολλίνους προσκατέστησε.

XXI. Ὅτι συνεὶς ὁ Μάρκιος ὡς τοῖς βουλομένοις εἰρηνεῖν οὐκ ἐξαρκεῖ τὸ μηδὲν ἀδικεῖν, οὐδέ ἐστι τὸ ἄπραγμον ἄνευ τοῦ δραστηρίου σωτήριον, ἀλλ’ ὅσῳ τις αὐτοῦ ὀριγνᾶται, εὐεπιθετώτερος τοῖς πολλοῖς γίγνεται, μετεβάλετο: οὔτε γὰρ τὸ ἐπιθυμοῦν ἡσυχίας ἰσχυρὸν πρὸς φυλακὴν ἄνευ τῶν πρὸς τὸν πόλεμον παρασκευῶν ἑώρα ὄν, καὶ τὸ τερπνὸν τῆς ἀπραγμοσύνης τάχιστα καὶ ῥᾷστα τοῖς πέρα τοῦ καιροῦ σπουδάζουσιν αὐτὴν ἀπολλύμενον ᾔσθάνετο. Καὶ διὰ ταῦτα καὶ καλλίω καὶ ἀσφαλεστέραν καὶ παρασκευὴν καὶ φροντίδα τῆς εἰρήνης τὸν πόλεμον νομίσας εἶναι, πάνθ’ ὅσα παρ’ ἑκόντων τῶν Λατίνων μηδέν σφας ἀδικῶν οὐκ ἠδυνήθη κομίσασθαι, παρὰ ἀκόντων στρατεύσας ἀπέλαβεν.

XXII. Ὅτι Ταρκύνιος πλούτῳ καὶ συνέσει, καὶ εὐτραπελίᾳ πολλῇ πανταχοῦ κατὰ καιρὸν χρώμενος, οὕτω τὸν Μάρκιον διέθηκεν, ὥστε καὶ ἐς τοὺς εὐπατρίδας καὶ ἐς τὴν βουλὴν ὑπ’ αὐτοῦ καταλεχθῆναι, στρατηγός τε πολλάκις ἀποδειχθῆναι, καὶ τὴν ἐπιτροπείαν τῶν παίδων αὐτοῦ καὶ τῆς βασιλείας πιστευθῆναι. Καὶ γὰρ τοῖς ἄλλοις προσφιλὴς οὐδὲν ἧττον ἦν, καὶ διὰ τοῦτο καὶ ἑκόντων αὐτῶν ἐπρώτευσεν.

Αἴτιον δὲ ὅτι πάντα ἀφ’ ὧν ἰσχύειν ἔμελλε πράττων οὐκ ἐξεφρόνει, ἀλλ’ ἐν τοῖς πρῶτος ὢν συνεστέλλετο. Καὶ τὰ μὲν ἐπίπονα καὶ ἀνθ’ ἑτέρων καὶ ἐν τῷ φανερῷ ὑπέμενεν· τῶν δὲ δὴ ἡδέων τοῖς τε ἄλλοις ἐθελοντὴς παρεχώρει καὶ γὰρ αὐτὸς ἢ οὐδὲν ἢ ὀλίγα, καὶ ταῦτα λανθάνων, ἐκαρποῦτο. Καὶ τῶν μὲν ἀμεινόνων τήν τε αἰτίαν ἐς πάντας μᾶλλον ἢ ἐς αὑτὸν ἀνῆγε καὶ τὴν ἀπόλαυσιν ἐς τὸ μέσον τῷ δεομένῳ κατετίθει. Τὰ δὲ ἀτοπώτερα οὔτ’ ἀνέφερεν ἔς τινα οὔτε ἐκοινοῦτό τινι.

Πρὸς δὲ τούτοις, ἐχαρίζετο μὲν πᾶσι τοῖς ἀμφὶ τὸν Μάρκιον ὡς ἑκάστοις, καὶ τῷ ἔργῳ καὶ τοῖς λόγοις. Τῶν τε γὰρ χρημάτων ἀφειδῶς ἀνήλισκε, καὶ ταῖς σπουδαῖς, εἴ τίς τι αὐτοῦ δεηθείη, ἑτοίμως ἐχρῆτο. Φαῦλον δέ τι ἐς οὐδένα οὔτε ἔλεγεν, οὔτε ἔπραττεν. Οὐδὲ ἐς ἀπέχθειαν ἑκὼν οὐδενὶ καθίστατο. Καὶ προσέτι, ἃ μὲν εὖ ὑπό τινων ἔπασχεν, ἐπὶ τὸ μεῖζον ἀεὶ ἐλάμβανεν. Τὰ δὲ δυσχερέστερα ἤτοι τὴν ἀρχὴν οὐδὲ προσεποιεῖτο, ἢ καὶ φαυλίσας παρ’ ἐλάχιστον ἦγε· καὶ οὐχ ὅσον οὐκ ἠμύνετό τινα ἐπ’ αὐτοῖς, ἀλλὰ καὶ εὐηργέτει, μέχρι περ καὶ ἐκεῖνον ἐξενίκησεν.

Ἐκ μὲν οὖν τούτων σοφίας τινὰ δόξαν, ἅτε καὶ τὸν Μάρκιον καὶ τοὺς περὶ αὐτὸν πάντας χειρωσάμενος, ἐκτήσατο. Ἐκ δὲ δὴ τῶν ἔπειτα, ἀπιστεῖσθαι τοὺς πολλοὺς τῶν ἀνθρώπων ἐποίησεν, ὡς ἤτοι δολεροὺς φύσει ὄντας, ἢ καὶ πρὸς τὰς δυνάμεις τάς τε τύχας καὶ τὴν γνώμην ἀλλοιουμένους.

XXIII. Ὅτι ὁ Ταρκύνιος, ἐπεὶ ἱκανῶς ὡς καὶ ἀκόντων τυραννήσων παρεσκευάσατο, τοὺς δυνατωτάτους πρῶτον μὲν τῶν βουλευτῶν, ἔπειτα καὶ τῶν ἄλλων συλλαμβάνων, πολλοὺς μὲν φανερῶς, οἷς γε αἰτίαν τινὰ εὐπρεπῆ ἐπενεγκεῖν ἐδύνατο, πολλοὺς δὲ καὶ λάθρᾳ ἀπεκτίννυε καί τινας ὑπερώριζεν. Οὐ γὰρ ὅτι τὸν Τούλλιόν τινες αὐ τῶν μᾶλλον ἢ ἐκεῖνον ἠγάπησαν, οὐδ’ ὅτι γένη καὶ πλούτους ἢ καὶ φρόνημα εἶχον, ἀνδρείᾳ τε ἐπιφανεῖ ἢ καὶ σοφίᾳ διαπρεπεῖ ἐχρῶντο, τοὺς μὲν ἀμυνόμενος τοὺς δὲ προκαταλαμβάνων, φθόνῳ τε καὶ ὑποψίᾳ ἅμα μίσους ἐκ τοῦ μὴ ὁμοήθους ἔφθειρεν· ἀλλὰ καὶ τοὺς πάνυ φίλους πρός τε τὴν μοναρχίαν οἱ σπουδάσαντας, οὐδὲν ἧττον τῶν ἑτέρων ἀπώλλυεν, νομίζων σφᾶς ὑπό τε τῆς θρασύτητος, καὶ ὑπὸ τῆς νεωτεροποιίας, ὑφ’ ἧς ἑαυτῷ τὴν ἀρχὴν συγκατέπραξαν, κἂν ἄλλῳ τινὶ αὐτὴν δοῦναι.

Κἀκ τούτου τὸ κράτιστον τῆς βουλῆς καὶ τῆς ἱππάδος ἀπανάλωσεν· οὐδ’ ἀντικαθίστη τὸ παράπαν ἐς αὐτοὺς ἀντὶ τῶν ἀπολλυμένων οὐδένα· μισεῖσθαί τε γὰρ ὑπὸ παντὸς τοῦ δήμου ἐπίστευε, καὶ τὰ τέλη ἐκεῖνα ἀσθενέστατα ἐκ τῆς ὀλιγανθρωπίας ποιῆσαι ἐπεθύμει. Καὶ τήν γε γερουσίαν καὶ καταλῦσαι παντελῶς ἐπεχείρησεν· πᾶν ἄθροισμα ἀνθρώπων, ἄλλως τε καὶ ἐπιλέκτων καὶ πρόσχημα προστατείας τινὸς ἀπὸ παλαιοῦ ἐχόντων, πολεμιώτατον τυράννῳ νομίζων εἶναι.

Δείσας δὲ μή πώς οἱ τὸ πλῆθος ἢ καὶ αὐτοὶ οἱ δορυφόροι, οἷά που πολῖται ὄντες, ἀγανακτήσει τοῦ τὴν πολιτείαν σφῶν μεθίστασθαι ἐπαναστῶσιν, ἐκ μὲν τοῦ προφανοῦς οὐκ ἐποίησεν τοῦτο, ἐν τρόπῳ δέ τινι ἐπιτηδείῳ καὶ πάνυ αὐτὸ κατέπραξεν. Οὔτε γὰρ ἀντεσῆγεν ἐς αὐτὴν οὐδένα, οὔτε τοῖς καταλοίποις λόγου τι ἄξιον ἐπεκοίνου. Συνεκάλει μὲν γὰρ αὐτούς· οὐ μὴν ὥστε καὶ συνδιοικεῖν τι τῶν ἀναγκαίων. Ἀλλὰ καὶ αὐτὸ τοῦτο πρός τε τὸν ἔλεγχον τῆς ὀλιγότητός σφων καὶ διὰ τοῦτο καὶ ταπεινότητα καὶ καταφρόνησιν ἐξεπίτηδες ἐποίει. Τὰ δὲ δὴ πλεῖστα καθ’ ἑαυτὸν ἢ καὶ μετὰ τῶν υἱέων, τοῦτο μὲν ὅπως μηδεὶς τῶν ἄλλων μηδὲν δύναιτο, τοῦτο δὲ καὶ κατοκνῶν δημοσιεύειν ἐν οἷς ἐκακούργει, ἔπραττεν.

Δυσπρόσοδός τε καὶ δυσπροσήγορος ἦν· καὶ τῇ ὑπεροψίᾳ τῇ τε ὠμότητι τοσαύτῃ πρὸς πάντας ὁμοίως ἐχρῆτο ὥστε καὶ Ὑπερήφανος ἀπ’ αὐτῶν ἐπικληθῆναι. Τά τε γὰρ ἄλλα καὶ αὐτὸς, καὶ οἱ παῖδες αὐτοῦ τυραννικώτερον ἔπραττον· καί ποτε πολιτῶν τινὰς ἔν τε τῇ ἀγορᾷ καὶ ἐν τοῖς τοῦ δήμου ὄμμασι σταυροῖς τε γυμνοὺς προσέδησεν, καὶ ῥάβδοις αἰκισάμενος ἀπέκτεινεν. Καὶ τοῦθ’ ὑπ’ ἐκείνου τότε ἐξευρεθὲν καὶ πολλάκις ἐγένετο.

 XXIV. Ὁτι Λεύκιος Ἰούνιος, ἀδελφῆς Ταρκυνίου παῖς, φοβηθεὶς, ἐπειδὴ τόν τε πατέρα αὐτοῦ ἀπεκτόνει καὶ προσέτι καὶ τὰς οὐσίας αὐ τῶν ἀφῄρητο, μωρίαν προσεποιήσατο, εἴ πως αὐτός γε περιγένοιτο· καὶ γὰρ εὖ ἠπίστατο ὅτι πᾶν τὸ ἔμφρον, ἄλλως τε καὶ ὅταν ἐν λαμπρότητι γένους ᾗ, δι’ ὑποψίας τοῖς τυραννοῦσι γίγνεται· καὶ ἐπειδή γε ἅπαξ ἐπὶ τοῦτο ὥρμησεν, ἀκριβέστατα αὐτὴν ὑπεκρίνετο, καὶ διὰ τοῦτο καὶ Βροῦτος ἐκλήθη· τοὺς γὰρ εὐήθεις οὕτω πως οἱ Λατῖνοι προσηγόρευον. Τῷ τε Τίτῳ καὶ Ἀρροῦντι ὥσπερ τι ἄθυρμα συμπεμφθεὶς βακτηρίαν τινὰ ἀνάθημα τῷ θεῷ φέρειν ἔλεγεν μηδὲν μέγα ὅσα γε ἰδεῖν ἔχουσαν.

Ὅτι τοῦ Βρούτου τό τε δῶρον, τοῦτ’ ἔστι τὴν βακτηρίαν ἔσκωπτον· καὶ ὅτι τοῦ θεοῦ τοῖς θεωροῖς περὶ τῆς τοῦ πατρὸς βασιλείας, ὅστις αὐτὴν διαδέξεται ἐπερωτήσασι, θεσπίσαντος τὸν πρῶτον τὴν μητέρα φιλήσαντα τὸ κράτος τὸ τῶν Ῥωμαίων ἕξειν, τὴν γῆν ὡς καὶ καταπεσὼν ἄλλως κατεφίλησε, νομίσας αὐτὴν μητέρα ἁπάντων τῶν ἀνθρώπων εἶναι.

XXV. Ὅτι ἐν Ῥώμῃ θεμελίων ὁρυσομένων ναοῦ, κεφαλὴ νεοσφαγοῦς ἀνθρώπου εὑρέυη λελυθρωμένη.  προς ὅπερ Τυρρηνὸς μάντις ἔφη τὴν πόλιν καφαλὴν πολλῶν ἐθνῶν ἔσεσθαι, πλὴν δι’ αἵματος καὶ σγαγῶν· κἀντεῦθεν ὁ Ταρπήιος λόφος μετωνομάσθη Καπιτωλῖνος.

Ὅτι σημεῖον τὸ μίλιον λέγεται χιλίοις βήμασι μετρούμενον· μίλια γὰρ τὰ χίλια.

XXVI. Ὅτι ὁ Βροῦτος τοὺς Ταρκυνίους ἐκ τοιᾶσδε αἰτίας κατέλυσε. Συνδειπνοῦντές ποτε ἐν τῇ τῶν Ἀρδεατῶν πολιορκίᾳ οἵ τε τοῦ Ταρκυνίου παῖδες, καὶ Κολλατῖνος καὶ Βροῦτος, ἅτε καὶ ἡλικιῶται καὶ συγγενεῖς αὐτῶν ὄντες, ἐς λόγον τινὰ περὶ τῆς σωφροσύνης τῶν γυναικῶν σφῶν, κἀκ τούτου καὶ ἐς ἔριν, τὴν ἑαυτοῦ γαμετὴν ἑκάστου προκρίνοντος, ἦλθον. Καὶ (ἐτύγχανον γὰρ πᾶσαι ἀπὸ τοῦ στρατοπέδου ἀποῦσαι) ἔδοξεν αὐτοῖς αὐτίκα τῆς νυκτός, πρὶν καταγγέλτους σφᾶς γενέσθαι, πρὸς πάσας ἅμα αὐτὰς ἀφιππεῦσαι. Ποιήσαντες δὲ τοῦτο, τὰς μὲν ἄλλας ἐν λόγῳ τινὶ εὗρον, Λουκρητίαν δὲ τὴν τοῦ Κολλατίνου γυναῖκα ἐριουργοῦσαν κατέλαβον.

Περιβόητον οὖν ἐπὶ τούτῳ γενομένην ὁ Σέξτος αἰσχῦναι ἐπεθύμησεν. Τάχα μὲν γὰρ καὶ ἔρωτα αὐτῆς ἔσχε ὑπερκαλλοῦς οὔσης· ἐπὶ πλέον δὲ ὅμως τὴν δόξαν μᾶλλον ἢ τὸ σῶμα διαφθεῖραι ἠθέλησε. Καί ποτε τηρήσας τὸν Κολλατῖνον πρὸς τοῖς Ῥουτούλοις ὄντα, ἠπείχθη μὲν ἐς τὴν Κολλατίαν, καὶ νυκτὸς πρὸς αὐτὴν ὡς καὶ πρὸς οἰκείαν γυναῖκα ἐλθὼν καὶ σίτου καὶ καταλύσεως ἔτυχε.

Καὶ τὰ μὲν πρῶτα ἀναπείθειν αὐτὴν ἐπειρᾶτο συγγενέσθαι οἱ, ὡς δὲ οὐδὲν ἐπέραινεν, ἐβιάζετο. Ἐπειδὴ δὲ οὐδὲν οὐδὲ οὕτως αὐτῷ προεχώρει, καινὸν δή τινα τρόπον ἐξεῦρεν, ὑφ’ οὗ τὸ παραδοξότατον ἠνάγκασεν αὐτὴν ἑκοῦσαν ὑβρισθῆναι. Ὅτι μὲν γὰρ ἀποσφάξειν αὐτὴν εἶπε, παρ’ οὐδὲν ἔθετο. Καὶ ὅτι καὶ τῶν οἰκετῶν τινα προσκαταχρήσεσθαι ἔφη, καὶ τοῦτο ὀλιγώρως ἤκουσεν. Ἐπεὶ μέντοι παρακατακλινεῖν τε αὐτῇ τὸ τοῦ δούλου σῶμα, καὶ λόγον ὡς καὶ συγκαθεύδοντάς σφας εὑρὼν ἀποκτείνειε διαδώσειν ἐπηπείλησεν, οὐκέτ’ ἀνεκτὸν ἐποιήσατο. Ἀλλὰ φοβηθεῖσα μὴ καὶ πιστευθῇ τοῦθ’ οὕτω γεγονέναι, εἵλετο μιχθεῖσα αὐτῷ καὶ τὸ πραχθὲν ἐξειποῦσα ἀποθανεῖν μᾶλλον ἢ παραχρῆμα τελευτήσασα ἀδοξῆσαι. Διὰ μὲν οὖν ταῦτ’ οὐκ ἄκουσα δὴ ἐμοιχεύθη.

Παρασκευάσασα δὲ ἐκ τούτου ξιφίδιον ὑπὸ τὸ προσκεφάλαιον, μετεπέμψατο τόν τε ἄνδρα καὶ τὸν πατέρα· καὶ ἐπειδὴ τάχιστα ἦλθον, κατεδάκρυε. ·αὶ μετὰ τοῦτ’ ἀναστενάξασα · Πάτερ, εἶπε, (τὸν γὰρ ἄνδρα μᾶλλον ἢ σὲ αἰσχύνομαι) οὐδέν μοι χρηστὸν ἐν τῇ νυκτὶ ταύτῃ πέπρακται. Ἀλλά με Σέξτος ἐβιάσατο ἀπειλήσας δούλῳ τινὶ συναποκτενεῖν ὡς καὶ μετ’ αὐτοῦ καθεύδουσαν λαβών. Αὕτη γάρ με ἡ ἀπειλὴ ἁμαρτεῖν ἠνάγκασεν, ἵνα μὴ καὶ πιστεύσητε τοῦθ’ οὕτω γεγονέναι. Καὶ ἐγὼ μέν γυνὴ γάρ εἰμι τὰ πρέποντα ἐμαυτῇ ποιήσω. Ὑμεῖς δ’ εἴπερ ἄνδρες ἐστὲ καὶ τῶν γαμετῶν τῶν τε παίδων ὑμῶν προορᾶσθε, τιμωρήσατε μὲν ἐμοί, ἐλευθερώθητε δὲ αὐτοί, καὶ δείξατε τοῖς τυράννοις οἵων ἄρα ὑμῶν ὄντων οἵαν γυναῖκα ὕβρισαν. Τοιαῦτα ἄττα εἰποῦσα οὐκ ἀνέμεινεν ἀντακοῦσαί τι, ἀλλ’ εὐθέως τὸ ξιφίδιον ὑφελκύσασα αὐτὴ ἑαυτὴν ἐφόνευσεν.

 XXVII. Ὅτι οἱ ὅμιλοι πάντες τὰ πράγματα πρὸς τοὺς μεταχειρίζοντας αὐτὰ κρίνουσι, καὶ ὁποίους ἂν τούτους αἰσθάνωνται ὄντας, τοιαῦτα καὶ ἐκεῖνα νομίζουσιν εἶναι.

Πᾶς γάρ τις τὸ ἀπείρατον πρὸ τοῦ κατεγνωσμένου προαιρεῖται, μεγάλην ἐς τὸ ἄδηλον ἐλπίδα παρὰ τὸ μεμισημένον ἤδη ποιούμενος.

Πᾶσαι μὲν γὰρ μεταβολαὶ σφαλερώταταί εἰσι, μάλιστα δὲ αἱ ἐν ταῖς πολιτείαις· πλεῖστα δὴ καὶ μέγιστα καὶ ἰδιώτας καὶ πόλεις βλάπτουσι· διὸ οἱ νοῦν ἔχοντες ἐν τοῖς αὐτοῖς ἀεί, κἂν μὴ βέλτιστα ᾖ, ἀξιοῦσιν ἐμμένειν ἢ μεταλαμβάνοντες ἄλλοτε ἄλλα ἀεὶ πλανᾶσθαι. ὅτι καὶ τὰ βουλήματα καὶ τὰς ἐπιθυμίας πρὸς τὰς τύχας ἕκαστοι κτῶνται, καὶ ὁποῖα ἂν τὰ παρόντα αὐτοῖς ἦἦ, τοιαῦτα καὶ τὰ οἰήματα λαμβάνουσιν.

Ὅτι τὸ τῆς βασιλείας πρᾶγμα οὐκ ἀρετῆς μόνον, ἀλλὰ καὶ ἐπιστήμης καὶ συνηθείας, εἴπερ τι ἄλλο, πολλῆς δεῖται, καὶ οὐχ οἷόν τέ ἐστιν ἄνευ ἐκείνων ἁψάμενόν τινα σωφρονῆσαι. Πολλοὶ γοῦν ὥσπερ ἐς ὕψος τι μέγα παρὰ λόγον ἀρθέντες οὐκ ἤνεγκαν τὴν μετεώρισιν, ἀλλ’ αὐτοί τε καταπεσόντες ὑπ’ ἐκπλήξεως ἔπταισαν καὶ τὰ τῶν ἀρχομένων πάντα συνηλόησαν.

Καὶ περὶ τῶν μελλόντων ἐξ ὧν ἔπραξαν τεκμήρασθε, ἀλλὰ μὴ ἐξ ὧν πλάττονται ἱκετεύοντες, ἱνὰ μὴὶ ἀπατηθῆτε· τὰ μὲν γὰρ ἀνόσια ἔργα ἀπὸ γνώμης ἀληθοῦς ἑκάστῳ γίγνεται, συλλαβὰς δ’ ἄν τις εὐπρεπεῖς συμπλάσειεν· καὶ διὰ τοῦτ’ ἀφ’ ὧν ἐποίησέ τις, ἀλλ’ οὐκ ἀφ’ ὧν φησὶ ποιήσειν, κρίνεται.

XXVIII. Ὅτι δύο κατὰ τὴν Ῥώμην προεχειριζοντο· ὡς, εἰ συμβαίη τὸν ἕτερον γαῦλον εἶναι, καταφεύγειν ἐπὶ τὸν ἕτερον.

Ὁτι Οὐαλέριον τὸν συνάρχοντα Βρούτου, καίπερ δημοτικώτατον ἀνδρῶν γενόμενον, ὅμως αὐτοεντίᾳ μικροῦ ὁ ὅμιλος κατεχρήσατο· ἐπιθυμεῖν γὰρ αὐτὸν μοναρχίας ὑπετόπησαν. Καὶ ἐφόνευσαν ἄν, εἰ μή σφας διὰ ταχέων φθάσας ἐθώπευσεν. Εσελθὼν γὰρ ἐς τὴν ἐκκλησίαν τάς τε ῥάβδους ἔκλινεν, ὀρθαῖς πρότερον ταύταις χρώμενος, καὶ τοὺς πελέκεις τοὺς συνδεδεμένους σφίσι περιεῖλε. Σχηματίσας δὲ ἐπὶ τούτοις ἑαυτὸν ἐς τὸ ταπεινότατον ἐπὶ πολὺ μὲν ἐσκυθρώπασε καὶ κατεδάκρυσεν· ἐπεὶ δὲ καὶ ἐφθέγξατό ποτε, σμικρᾷ καὶ δεδιυίᾳ τῇ φωνῇ ὑποτρέμων εἶπεν…

ΤΙΘΕΙ ΤΙΤΛΟΝ ΠΕΡΙ ΔΗΜΗΓΩΡΙΩΝ.

Ὅτι τὸ κρύφιον τῶν βουλευμάτων καὶ τὸ καίριον τῶν πράξεων, τό τε ἰδιοβουλεῖν τινα, καὶ τὸ μήτ’ ἀναχώρησιν ἐς μηδένα ἄλλον μηδεμίαν ἔχειν, καὶ τῶν συμβαινόντων αὐτὸν ἐφ’ ἑκάτερα τὴν αἰτίαν λαμβάνειν, μέγα μέρος ἐς τὸ κατορθωθῆναί τι συμβάλλεται.

XXIX. Ὅτι τὸν τοῦ Διὸς νεὼν ἐθείωσεν ἀπὸ κλήρου ὁ Ὁράτιος, καίτοι τοῦ Οὐαλερίου τόν τε υἱὸν αὐτοῦ τεθνηκέναι φήσαντος, καὶ τοῦτο παρ’ αὐτὴν αὐτῷ τὴν ἱερουργίαν ἀγγελθῆναι παρασκευάσαντος· ἵν’ ὑπό τε τοῦ πάθους, καὶ ὅτι οὐδ’ ἄλλως ὅσιον ἦν ἐν πένθει τινὰ ὄντα ἱεροποιεῖν, παραχωρήσειέν οἱ τῆς τοῦ ἔργου ἱερώσεως. Ἐκεῖνος γὰρ οὐκ ἠπίστησε μὲν τῷ ῥηθέντι καὶ γὰρ ὑπὸ πολλῶν καὶ ἀξιοπίστων ἐθρυλήθη. Οὐ μέντοι καὶ τῶν ἱερῶν ἐξέστη· ἀλλ’ ἄταφον τὸ σῶμα τοῦ παιδὸς ὡς καὶ ἀλλότριον ( ὅπως μηδὲν τῇ περὶ αὐτοῦ ὁσίᾳ προσήκειν δόξῃ) κελεύσας τισὶν ἐᾶσαι, πάνθ’ οὕτω τὰ καθήκοντα διετέλεσεν.

 XXX. Πρὸς στάσεις ἐτράποντο. αἴτιον δ’ ὅτι οἵ τε ἰσχύοντες τοῖς χρήμασιν ἐν πᾶσι τῶν καταδεεστέρων ὡς καὶ βασιλεύοντές σφων προέχειν ἐβούλοντο, καὶ οἱ ἀσθενέστεροι οὐδὲν αὐτοῖς, οὐδὲ σμικρὸν ὡς καὶ ἰσονομούμενοι πειθαρχεῖν ἤθελον· ἀλλ’ οἱ μὲν ἄπληστοι τῆς ἐλευθερίας ὄντες, καὶ ταῖς οὐσίαις ταῖς ἐκείνων· οἱ δὲ ἀκρατῶς τῆς τιμήσεως ἔχοντες, καὶ τοῖς σώμασι τοῖς τούτων ἐχρῶντο· καὶ οὕτως ἐξ ὧν πρότερον τὰ πρόσφορα ἀνθυπουργοῦντες ἀλλήλοις συνεφρόνουν καταλύσαντες, οὐκέτι τὸ οἰκεῖον ἀπὸ τοῦ ὀθνείου διέκρινον, ἀλλὰ τό τε μέτριον ἀμφότεροι ὑπερορῶντες καὶ τὸ ἄκρον οἱ μὲν τῆς ἐπιτάξεως, οἱ δὲ τῆς οὐκ ἐθελοδουλείας προτιμῶντες, οὔτε ἐκεῖνα κατειργάσαντο, καὶ πολλὰ καὶ ἄτοπα, τὰ μὲν ἀμυνόμενοι, τὰ δὲ καὶ προκαταλαμβάνοντες ἀλλήλους ἔδρασαν· ὥστ’ αὐτοὺς ἐπὶ πλεῖστον ἀνθρώπων, πλὴν ἐν τοῖς πάνυ κινδύνοις, οὓς ἐκ τῶν ἀεὶ πολέμων δι’ αὐτὰ ταῦτα μάλιστα ἔσχον, διχοστατῆσαι· ὅθενπερ συχνοὶ τῶν πρώτων καὶ ἐξεπίτηδές σφας πολλάκις παρεσκεύασαν, καὶ ἐκεῖθεν ἀρξάμενοι πολὺ πλείω κακὰ πρὸς ἀλλήλων ἢ τῶν ἀλλοφύλων ἔπαθον· καί μοι καὶ καταμαντεύσασθαι ἐξ αὐτῶν ἐπέρχεται, ὅτι οὐκ ἔστιν ὅπως ἄλλως εἴτ’ οὖν τῆς δυνάμεως εἴτ’ οὖν τῆς ἀρχῆς στερηθεῖεν, εἰ μὴ δι’ ἀλλήλων σφαλεῖεν.

Ἄλλως τε γὰρ ἐδυσχέραινον, ὅτι μὴ τὰ αὐτὰ δεόμενοί σφων οἱ βουλευταὶ καὶ τυχόντες ἐφρόνουν, ἀλλ’ ἐν μὲν τῷ κινδύνῳ πολλὰ καὶ μεγάλα αὐτοῖς ὑπέσχοντο· σωθέντες δὲ οὐδὲν οὐδὲ τῶν ἐλαχίστων ἐποίησαν.

XXXI. Ἵνα γὰρ δὴ μὴ καθ’ ἓν μαχόμενοι, ἀλλ’ ὑπὲρ τῆς οἰκείας χωρὶς ἕκαστοι ἀγωνιζόμενοι εὐχειρωτότεροί σφισι γένωνται, διεῖλον τὴν στρατιάν.

XXXII. Ὅτι ὁ δῆμος ἰδιωτεύσαντος τοῦ Οὐαλερίου τοῦ δικτάτορος χαλεπώτατα ἐστασίασεν, ὥστε καὶ τὴν πολιτείαν νεοχμῶσαι· οἱ γὰρ ἐν ταῖς περιουσίαις ὄντες τοῦ πάνυ ἀκριβοῦς περὶ τὰ συμβόλαια ἀντεχόμενοι καὶ μηδ’ ὁτιοῦν αὐτοῦ παριέντες καὶ ἐκείνου διήμαρτον καὶ ἄλλων πολλῶν ἐστερήθησαν· οὐ γὰρ ἔγνωσαν ὅτι ἥ τε πενία ἡ ἄκρατος βιαιότατον κακόν· ἥ τε ἐξ αὐτῆς ἀπόνοια, ἄλλως τε καὶ πλῆθος προσλαβοῦσα, δυσμαχώτατόν ἐστι· καὶ διὰ τοῦτο οὐκ ὀλίγοι τῶν τὰ πολιτικὰ πρασσόντων ἐθελοντὶ τὸ ἐπιεικὲς πρὸ τοῦ σφόδρα δικαίου προαιροῦνται· τοῦτο μὲν γὰρ τῆς τε ἀνθρωπείας φύσεως πολλάκις ἡττᾶται καὶ ἔστιν ὅτε καὶ παντελῶς καταλύεται· ἐκεῖνο δὲ σμικρόν τι αὐτοῦ παραθραῦσαν τὸ γοῦν λοιπὸν μεῖζον ὂν σώζει· πλείστων γοῦν δεινῶν τοῖς Ῥωμαίοις αἰτία ἡ τοῦ δυνατωτέρου ἐς τοὺς ὑποδεεστέρους ἀκρίβεια ἐγένετο· ἄλλα τε γὰρ πολλὰ κατὰ τῶν ὑπερημέρων αὐτοῖς ἐδέδοτο· καὶ εἰ δή τινι πλείους δεδανεικότες ἔτυχον, κρεουργηδὸν αὐτοῦ τὸ σῶμα πρὸς τὸ μέρος ὧν ὤφειλεν ἐξουσίαν εἶχον κατανέμεσθαι· καὶ τοῦτο μὲν εἰ καὶ τὰ μάλιστα ἐνενόμιστο, ἀλλ’ οὔτι γε καὶ ἔργῳ ποτὲ ἐγεγόνει· πῶς γὰρ ἂν πρὸς τοσαύτην ὠμότητα προεχώρησαν οἱ καὶ τοῖς ἐπ’ ἀδικήματί τινι ἁλοῦσι διάφευξιν ἐπὶ σωτηρίᾳ πολλάκις δόντες· τοῖς τε ἀπὸ τῶν πετρῶν τοῦ Καπιτωλίου ὠσθεῖσι ζῆν, εἰ περιγένοιντο, ἐπιτρέποντες.

 

XXXIII. Ὅτι οἱ χρεωστοῦντες τὰ δάνεια κολωνόν τινα κατέλαβον, καὶ Γάιόν τινα προστησάμενοι, τὴν τροφὴν ἐκ τῆς χώρας ὥσπερ ἐκ πολεμίας ἐλάμβανον, κἀκ τούτου τούς τε νόμους τῶν ὅπλων καὶ τὸ δίκαιον τῆς ἀπονοίας σφῶν ἀσθενέστερα ἀπέφηναν· οἱ δὲ βουλευταὶ τούτους τε φοβηθέντες μὴ ἐπὶ πλεῖον πολεμωθῶσι καὶ τοὺς περιοίκους μὴ πρὸς τὰ παρόντα συνεπίθωνται σφίσι, διεκηρυκεύσαντο αὐτοῖς πάνθ’ ὅσα καθ’ ἡδονὴν ἤλπιζον ἔσεσθαι προτείνοντες· οἱ δὲ τὸ μὲν πρῶτον ἐθρασύνοντο, θαυμασίῳ δὲ δή τινι τρόπῳ κατέστησαν· ἐπειδὴ γὰρ ἀτάκτως διεβόων, Ἀγρίππας εἷς τῶν πρέσβεων μύθου τινὸς ἐπακοῦσαί σφας ἠξίωσε, καὶ τυχὼν εἶπεν ὅτι πρὸς τὴν γαστέρα ποτὲ τἆλλα μέλη τοῦ ἀνθρώπου ἐστασίασε, λέγοντα αὐτὰ μὲν καὶ ἄσιτα καὶ ἄποτα πονεῖν καὶ ταλαιπωρεῖν ἅτε καὶ ἅπαντα αὐτῇ διακονούμενα, ἐκείνην δὲ δὴ μήτε τινὰ πόνον ἔχειν καὶ τῆς τροφῆς μόνην ἐμπίμπλασθαι· καὶ τέλος ἐψηφίσαντο μηκέτι μήτε τὰς χεῖρας τῷ στόματι προσφέρειν μήτε ἐκεῖνο λαμβάνειν, ὅπως ὅτι μάλιστα ἡ γαστὴρ ἐνδεὴς καὶ σίτου καὶ ποτοῦ γενομένη φθαρείη· ὡς δὲ ἔδοξε ταῦτα καὶ ἐγένετο, τὸ μὲν πρῶτον ἐξισχνάνθη τὸ σῶμα σύμπαν, ἔπειτα ὑπέδωκε καὶ ἐξέκαμε· πονήρως οὖν τὰ μέλη σφῶν ἔχοντα συνέγνω τε ἐκεῖνοι καὶ τὴν σφετέραν σωτηρίαν εἶναι καὶ ἀπέδωκεν αὐτῇ τὴν τροφήν· ἀκοῦσαν δὲ τούτων τὸ πλῆθος συνῆκεν ὅτι καὶ τὰ τῶν πενήτων αἱ τῶν εὐπόρων περιουσίαι ἀνέχουσι, καὶ διὰ τοῦτ’ ἠπιώτεροι ἐγένοντο καὶ κατηλλάγησαν, ἄφεσιν τῶν τε δανεισμάτων καὶ τῶν ὑπερημεριῶν εὑρόμενοι· ταῦτα μὲν οὖν καὶ πρὸς τῆς βουλῆς ἐψηφίσθη.

Ὅτι τριβοῦνος ὁ δήμαρχος λέγεται· ὁ δὲ δικτάτωρ εἰσηγητής. ὁ δὲ πραίτωρ στρατηγός· ὁ δέ κήνσωρ τιμητής· κῆνσος ἡ τοῦ πλήθους ἀπαρίθμησις.

XXXIV. Καὶ ἐδόκει μήτ’ ἀπὸ τοῦ ἀνθρωπείου εἶναι· καὶ πολλοῖς καὶ ἄλλοις, τοῖς μὲν ἑκοῦσι, τοῖς δὲ ἄκουσιν

Ὅτι ὅταν πολλοὶ καθ’ ἓν γενόμενοι πλεονεκτήσωσι βιασάμενοι, παραχρῆμα μὲν ὁμολογίᾳ τινὶ ἐπιεικεῖ θρασύνονται· διαλυθέντες δὲ ἄλλος κατ’ ἄλλην πρόφασιν δικαιοῦνται.

Κατά τε τὸ φύσει τοῖς πλείστοις πρὸς τοὺς συνάρχοντας διάφορον· χαλεπὸν γὰρ πολλοὺς ἄλλως τε καὶ ἐν δυνάμει τινὶ συμφρονῆσαι· πᾶσα αὐτῶν ἡ ἰσχὺς διεσπᾶτο καὶ κατετέμνετο· οὐδὲν γὰρ ὄφελος ὧν ἐγίγνωσκον ἦν, εἰ καὶ εἷς σφῶν ἀντεῖπεν· τῷ γὰρ τὴν ἀρχὴν αὐτοὺς μὴ ἐπ’ ἄλλο τι ἢ τὸ τοῖς βιαζομένοις τινὰς ἐναντιοῦσθαι λαμβάνειν, ἰσχυρότερος ὁ κωλύων τι πραχθῆναι τῶν σπουδαζόντων αὐτὸ ἐγίγνετο.

 XXXV. Ὅτι Μάκριός τις κατὰ Οὐόλσκων ἀριστεύσας, ἐφ’ ὧ πολλοῖς μὲν χρήμασι, πολλοῖς δὲ σώμασιν αἰχμαλώτοις πρὸς τοῦ ὑπάτου τιμώμενος, τὰ μὲν ἄλλα διωθήσατο· ἠρκέσθη δὲ στεφάνῳ καὶ ἵππῳ πολεμιστηρίῳ· καὶ αἰχμαλώτων ἕνα τῶν αὐτοῦ φίλων αἰτήσας, ἀφῆκεν ἐλεύθερον.

XXXVI. Οὐ γάρ ἐστι ῥᾷδιον οὔτε ἐν πᾶσί τινα ἰσχύειν, οὔτε ἐν ἑκατέροις ἅμα τοῖς τε πολεμικοῖς καὶ τοῖς εἰρηνικοῖς πράγμασιν ἀρετὴν ἔχειν· οἵ τε γὰρ τοῖς σώμασιν ἰσχυριζόμενοι ἀνοηταίνουσιν, ὡς πλήθει, καὶ τὰ ἀθρόως εὐτυχήσαντ’ οὐκ ἐπὶ πᾶν ὡς ἐπὶ τὸ πολὺ ἀνθεῖ. Δι’ οὖν ταῦτ’ ἐς τὰ πρῶτά ποθ’ ὑπὸ τῶν πολιτῶν ἀρθεὶς, ἔπειτα πρὸς αὐτῶν οὐ πολλῷ ὕστερον ἐξέπεσεν, καὶ τὴν πόλιν τὴν τῶν Οὐόλσκων τῇ πατρίδι δουλώσας τὴν οἰκείαν αὖ μετ’ ἐκείνων ἐς πᾶν κινδύνου κατέστησεν.

XXXVII. ὅτι ὁ Κοριολανὸς στρατηγὸς θελήσας καὶ μὴ τελεσθεὶς ἠγανάκτησε τῷ ὁμίλῳ· καὶ ἐκ τούτου καὶ ἐκ τοῦ τοῖς δημάρχοις πολὺ δυναμένοις βαρύνεσθαι παρρησίᾳ πλείονι πρὸς αὐτὸν παρὰ τοὺς ἄλλους τοὺς ὁμοίους οἱ ἐκ τῶν κατειργασμένων ἐχρῆτο· καὶ λιμοῦ γενομένου ἰσχυροῦ, καὶ Νώρβης πόλεως ἀποικίζεσθαι βουλομένης, τὸ πλῆθος ἐπ’ ἀμφοτέροις αὐτοῖς τοὺς δυνατοὺς ᾐτιάσατο, ὡς καὶ δι’ ἐκείνους καὶ τῆς τροφῆς στερισκόμενοι καὶ ἐς τοὺς πολεμίους ἐπίτηδες ἐπ’ ὀλέθρῳ προύπτῳ ἐκδιδόμενοι· ὅταν γὰρ ἐς ὑποψίαν τινὲς ἀλλήλων ἔλθωσι, πάντα καὶ τὰ ὑπὲρ σφῶν γιγνόμενα ἀλλοίως κατὰ τὸ στασιωτικὸν λαμβάνουσι· καὶ ὁ Κοριολανὸς ἄλλως τε ἐν ὀλιγωρίᾳ αὐτοὺς ἐποιήσατο, καὶ σίτου πολλαχόθεν κομισθέντος καὶ τοῦ γε πλείστου προῖκα παρὰ τῶν ἐν Σικελίᾳ βασιλέων πεμφθέντος, οὐκ ἐπέτρεψέ σφισι διαλαχεῖν αὐτὸν ὥσπερ ᾖτουν. Οἱ οὖν δήμαρχοι, οὕσπερ που καὶ τὰ μάλιστα καταλῦσαι ἐγλίχετο, τυραννίδος αὐτὸν ὑπὸ τὸ πλῆθος ἀγαγόντες ἐξήλασαν, καίτοι πάντων βοώντων καὶ δεινὸν ποιουμένων, ὅτι καὶ περὶ σφῶν τὰ τοιαῦτα κρίνειν ἐτόλμων.

XXXVIII. Ἐκπεσὼν οὖν πρὸς τοὺς Οὐόλσκους καίπερ ἐχθίστους ὄντας ὀργῇ τῆς συμφορᾶς, ἦλθε· καὶ ἑαυτὸν ἔκ τε τῆς ἀνδρείας ἧς ἐπεπείραντο καὶ ἐκ τοῦ θυμοῦ τοῦ πρὸς τοὺς πολίτας, ἀσμένως δέξεσθαι προσεδόκησεν· ἀντίπαλα ἢ καὶ μείζω δι’ αὐτὸν τοὺς Ῥωμαίους ὧν ἔπαθον δράσειν ἀντελπίσαντας· ὑφ’ ὧν γὰρ ἄν τις σφόδρα κακοπαθῇ, πρὸς τῶν αὐτῶν τούτων καὶ εὖ πείσεσθαι, βουλομένων γε καὶ δυναμένων εὖ ποιῆσαι, οὐκ ἐλάχιστα πιστεύει.

Πάνυ γὰρ περιθύμως ἔφερεν ὅτι καὶ περὶ τῆς οἰκείας κινδυνεύοντες, μηδ’ ὣς τῶν ἀλλοτρίων ἀφίσταντο. Ὡς οὖν καὶ ταῦτα ἀνηγγέλθη σφίσιν, οἱ μὲν ἄνδρες οὐδὲν μᾶλλον ἐκινήθησαν· οὕτω πως κακῶς ἐστασίαζον ὥστε μηδ’ ὑπὸ τῶν κινδύνων καταλλαγῆναι.

XXXIX. Αἱ δὲ γυναῖκες, ἥ τε γαμετὴ τοῦ Κοριολανοῦ Βουλουμνία καὶ ἡ μήτηρ Βετουρία, παραλαβοῦσαι καὶ τὰς ἄλλας τὰς ἐπιφανεστάτας, ἦλθον πρὸς αὐτὸν ἐς τὸ στρατόπεδον τὰ παιδία αὐτοῦ ἄγουσαι· καὶ ἐποίησαν αὐτὸν μὴ ὅτι ἐπὶ τῇ χώρᾳ ἀλλὰ μηδὲ ἐπὶ τῇ καθόδῳ καταλύσασθαι· προσήκατο γὰρ αὐτὰς εὐθύς, ἐπειδὴ τάχιστα παρούσας ᾖσθετο, καὶ λόγου σφίσι μετέδωκεν. Ἐπράχθη τε ὧδε· αἱ μὲν ἄλλαι σιωπῶσαι ἔκλαον, ἡ δὲ δὴ Βετουρία· Τί θαυμάζει ς, ἔφη, τέκνον; Τί δὲ ἐκπέπληξαι; Οὐκ ηὐτομολήκαμεν· ἀλλ’ ἡμᾶς ἡ πατρὶς ἔπεμψέ σοι, εἰ μὲν πείθοιο, μητέρα καὶ γυναῖκα καὶ τέκνα· εἰ δὲ μή, λάφυρα· ὥστ’ εἰ καὶ νῦν ἔτι ὀργίζῃ, πρώτας ἡμᾶς ἀπόκτεινον. Τί δακρύεις; Τί δ’ ἀποστρέφῃ; Ἢ ἀγνοεῖς ὅπως τἀν τῇ πόλει ἡμεῖς τοι ἄρτι ὀδυρόμεναι ἐπαυσάμεθα, ἵνα σε ἴδωμεν; Καταλλάγηθί τε οὖν ἡμῖν καὶ μηκέτι ὀργίζου τοῖς πολίταις, τοῖς φίλοις, τοῖς ἱεροῖς, τοῖς τάφοις· μηδ’ ἐπεσπέσῃς ἐς τὸ ἄστυ θυμῷ πολεμίῳ, μηδὲ ἐκπολιορκήσῃς τὴν πατρίδα, ἐν ᾗ καὶ ἐγεννήθης καὶ ἀνετράφης, καὶ τὸ μέγα τοῦτο ὄνομα Κοριολανὸς ἐγένου· πείσθητί μοι, παιδίον, μηδέ με ἄπρακτον ἀποπέμψῃς, ἵνα μὴ καὶ νεκράν με ὑπ’ αὐτοχειρίας ἴδῃς.

XL. Ταῦτ’ εἰποῦσα ἀνέκλαυσε, καὶ τήν τε ἐσθῆτα καταρρηξαμένη καὶ τοὺς μαστοὺς προδείξασα τῆς τε γαστρὸς ἁψαμένη· Ἰδού, ἔφη, τέκνον, αὕτη σε ἔτεκεν, οὗτοί σε ἐξέθρεψαν. Εἰπούσης δὲ αὐτῆς ταῦτα καὶ ἡ γαμετὴ αὐτοῦ τά τε παιδία καὶ αἱ ἄλλαι γυναῖκες συνεθρήνησαν, ὥστε καὶ ἐκεῖνον ἐς πένθος ἐμβαλεῖν· μόλις τέ ποτε ἀνενεγκὼν περιέπτυξε τὴν μητέρα, καὶ φιλῶν ἅμα αὐτὴν· Ἰδού, ἔφη, μῆτερ, πείθομαί σοι· σὺ γάρ με νικᾷς, καὶ σοὶ δὴ ταύτην τὴν χάριν καὶ οἱ ἄλλοι πάντες ἐχέτωσαν· ἐγὼ γὰρ οὐδ’ ἰδεῖν αὐτοὺς ὑπομένω, οἵτινες τηλικαῦτα ὑπ’ ἐμοῦ εὐεργετηθέντες τοιαῦτά με ἔδρασαν. οὔκουν οὐδ’ ἀφίξομαί ποτε ἐς τὴν πόλιν· ἀλλὰ σὺ μὲν καὶ ἀντ’ ἐμοῦ τὴν πατρίδα ἔχε, ἐπειδὴ τοῦτο ἠθέλησας, ἐγὼ δὲ ἐκποδὼν ὑμῖν ἀπαλλαγήσομαι. Ταῦτ’ εἰπὼν ἀπανέστη· τῷ τε γὰρ δέει τῷ τοῦ ὁμίλου καὶ τῇ αἰσχύνῃ τῶν ὁμοίων, ὅτι καὶ τὴν ἀρχὴν ἐπ’ αὐτοὺς ἐπεστράτευσεν, οὐδὲ τὴν κάθοδον διδομένην οἱ ἐδέξατο, ἀλλ’ ἐς τοὺς οὐόλσκους ἀναχωρήσας ἐνταῦθα ἐξ ἐπιβουλῆς ἢ καὶ γηράσας ἀπέθανεν.

XLI. Ὅτι Κάσσιος τοὺς Ῥώμαίους εὐεργετήσας ὑπ’ αὐτῶν ἐκείνων ἐθανατώθη· ὥστε καὶ ἐκ τούτου διαδειχθῆναι, ὅτι πιστὸν οὐδὲν ἐν τοῖς πλήθεσιν ἐστίν, ἀλλὰ καὶ τοὺς πάνυ σφίσι προσκειμένους οὐχ ἧττον τῶν τὰ μέγιστα ἀδικούντων ἀπολλύουσι· πρὸς μὲν γὰρ τὸ ἀεὶ παρὸν μεγάλους τοὺς αἰτίους τῶν ὠφελημάτων ἄγουσιν, ἐπειδὰν δέ σφας ἐκκαρπώσωνται, οὐδὲν ἔτ’ αὐτοὺς οἰκειοτέρους τῶν ἐχθίστων νομίζουσι. Τὸν γὰρ Κάσσιον καίπερ χαριζόμενόν σφισιν ὅμως ἐπ’ αὐτοῖς οἷς ἐσεμνύνετο ἀπέκτειναν, καὶ ἔκδηλόν γε ὅτι ζηλοτυπηθεὶς, ἀλλ’ οὐκ ἀδικήσας τι ἀπώλετο.

XLII . Οἱ γὰρ ἐν τοῖς πράγμασιν ἀεὶ γιγνόμενοι ἐπειδὴ μηδένα ἄλλον τρόπον κατέχειν σφᾶς ἐδύναντο, πολέμους ἐκ πολέμων ἐξεπίτηδες ἐκίνουν, ὅπως πρὸς ἐκείνους ἀσχολίαν ἄγοντες, μηδὲν περὶ τῆς γῆς πολυπραγμονῶσιν.

XLIII. Ὅτι συνεχέσιν ἀτυχήμασι Ῥωμαῖοι χρησάμενοι, καὶ δαιμονικὸν τοῦτο νομίσαντες, μίαν τῶν ἑστιάδων κατὰ τὰ πάτρια ζῶσαν κατορύττουσιν, ὡς αἰτίαν γενομένην τῆς θεοβλαβείας, διὰ τοῦ προέσθαι τὴν παρθενίαν, μιᾶναί τε μίξει παρανόμῳ τὰ ἱερά.

 XLIV. Οὕτω γοῦν ὑφ’ ἑκατέρου παρωξύνθησαν, ὥστε καὶ τὴν νίκην ἔνορκον τοῖς στρατηγοῖς ὑποσχέσθαι· πρὸς γὰρ τὴν αὐτίκα ὁρμὴν κύριοι καὶ τῆς τύχης εἶναι ἐνόμισαν.

Ὅτι ἔοικε τὸ πλεῖστον τοῦ ἀνθρωπίνου πρὸς μὲν τὸ ἀνθιστάμενον καὶ παρὰ τὸ συμφέρον φιλονεικεῖν, τοῖς δὲ ὑπείκουσι καὶ παρὰ δύναμιν ἀνθυπουργεῖν.

XLV. Ὅτι οἱ Φάβιοι ἐπί τε τῷ γένει καὶ τῷ πλούτῳ ὅμοια τοῖς ἀρίστοις φρονοῦντες, ὡς τάχιστα αὐτοὺς ἀθυμοῦντας εἶδον· ὅταν γάρ τινες ἐς πολλὰς ἅμα καὶ δυσχερεῖς πράξεις ἐμπέσωσιν, οὔτε τι βούλευμα πρός τε τὸ πλῆθος καὶ πρὸς τὸ ἀθρόον τῶν κινδύνων ἐξευρεῖν δύνανται, καὶ τῶν ἔργων καὶ τὰ πάνυ ῥᾴδια ἀπογιγνώσκουσι, κἀκ τούτου ταῖς τε γνώμαις καὶ παρὰ τὸ εἰκὸς ταῖς δόξαις ἀναπίπτουσι καὶ τὰ πράγματα ἑκόντες ὡς καὶ μάτην πονήσοντες προίίενται, καὶ τέλος ἐπιτρέψαντές σφας τοῖς ἐκ τοῦ δαιμονίου παραλόγοις ἀναμένουσι πάνθ’ ὅσα ἂν ἡ συντυχία ἐνέγκῃ.

Ὅτι οἱ Φάβιοι ἓξ καὶ τριακόσιοι ὄντες ὑπὸ Τυρσηνῶν ἀνῃρέθησαν· καὶ γάρ πως τὸ δι’ ἀνδρείας πίστιν ὀγκούμενον ὑπ’ αὐτοῦ τοῦ θράσους πολλάκις φθείρεται, τό τε δι’ εὐτυχίαν αὐχοῦν ἐς τοὐναντίον ἐκφρονῆσαν ἐκπίπτει. Οὓς οἱ Ῥωμαῖοι μειζόνως ἢ κατὰ ἀριθμὸν τῶν ἀπογενομένων καὶ ἰδίᾳ καὶ κοινῇ ἐπένθησαν. Ἦν μὲν γὰρ ἐκεῖνος ἄλλως τε καὶ ἐν εὐπατρίδαις οὐ σμικρός. Πρὸς δὲ δὴ τὴν ἀξίωσιν τό τε φρόνημα αὐτῶν πᾶσάν σφων ἀπολωλέναι τὴν ἰσχὺν ἐνόμιζον. Καὶ διὰ τοῦτο τήν τε ἡμέραν ἐν ᾗ διεφθάρησαν ἐς τὰς μιαρὰς ἐνέγραψαν. Καὶ τὰς πύλας δι’ ὧν ἐξεστράτευσαν ἐν ἀτιμίᾳ ἐποιήσαντο, ὥστε μηδένα δι’ αὐτῶν ἄρχοντα διιέναι. Καὶ Τίτου Μενηνίου τοῦ στρατηγοῦ ἐπὶ γὰρ τούτου τὸ πάθος ἐγένετο κατηγορηθέντος ὕστερον ἐν τῷ δήμῳ ὅτι μήτ’ ἐκείνοις ἤμυνε, καὶ μάχῃ μετὰ τοῦθ’ ἡττήθη, κατεψηφίσαντο.

 XLVI. Ὅτι οἱ εὐπατρίδαι φανερῶς μὲν οὐ πάνυ πλὴν βραχέων ἐπιθειάζοντές τινα ἀντέπραττον, λάθρᾳ δὲ συχνοὺς τῶν θρασυτάτων ἐφόνευον. Ἐννέα γάρ ποτε δήμαρχοι πυρὶ ὑπὸ τοῦ δήμου ἐδόθησαν· ἀλλ’ οὔτε τοῦτο τοὺς λοιποὺς ἐπέσχεν, πολλῷ τε πλείονα ἐλπίδα οἱ μετὰ ταῦτα ἀεὶ δημαρχοῦντες ἐκ τῆς ἑαυτῶν φιλονεικίας, ἢ δέος ἐκ τῆς ἐκείνων συμφορᾶς λαμβάνοντες, οὐκ ἠμβλύνοντο, ἀλλὰ καὶ ἐπὶ μᾶλλον ὑπ’ αὐτῶν τούτων ἐθρασύνοντο· τούς τε γὰρ ἀπολλυμένους ἐς δικαίωμα τῆς ὑπὲρ ἑαυτῶν τιμωρίας προεβάλλοντο. Καὶ αὐτοὶ μεγάλην ἡδονὴν ἐκ τοῦ καὶ παρὰ δόξαν ἀκινδύνως περιέσεσθαι νομίζειν προσετίθεντο. Ὥστε καὶ τῶν εὐπατριδῶν τινάς, ἐπειδὴ μηδὲν ἄλλως ἤνυτον, ἐς τὰ τοῦ πλήθους νομίσματα μεταστῆναι· τὴν γὰρ ταπεινότητα αὐτοῦ πολὺ …… Πρὸς τὰς τῆς δημαρχικῆς ἰσχύος ἐπιθυμίας τῆς τῶν σφετέρων καλλωπισμάτων ἀσθενείας ἐνόμιζον εἶναι· καὶ μάλισθ’ ὅτι καὶ δεύτερον καὶ τρίτον, ἐπὶ πλεῖόν τε ἔτι, καίπερ κωλυθὲν τό τινα δὶς τὴν ἀρχὴν λαμβάνειν, συχνοὶ καὶ ἐφεξῆς ἐδημάρχουν.

XLII. Ὅτι ἐς τοῦτο ὁ ὅμιλος ὑπ’ αὐτῶν τῶν εὐπατριδῶν προήχθη· ὃ γάρ τοι ὑπὲρ ἑαυτῶν ἡγοῦντο ποιεῖν, τὸ πολέμους τινὰς ἀεὶ παρασκευάζειν σφίσιν, ὅπως ὑπό γε τῶν ἔξωθεν κινδύνων σωφρονεῖν ἀναγκάζωνται, τοῦτο θρασυτέρους αὐτοὺς ἀπειργάζετο: οὔτε γὰρ στρατεύειν, εἰ μὴ λάβοιεν ὧν ἑκάστοτε ἐπωρέγοντο, βουλόμενοι, καὶ ἀπροθύμως ὁπότε ἐξέλθοιεν ἀγωνιζόμενοι πάνθ’ ὅσ’ ἤθελον ἔπραττον. Κἀν τούτῳ καὶ ἀληθῶς οὐκ ὀλίγοι τῶν πλησιοχώρων σφίσι, τῇ ἐκείνων διχοστασίᾳ πλέον ἢ τῇ ἑαυτῶν δυνάμει θαρσοῦντες, ἐνεωτέριζον.

 XLVIII. Ὅτι οἱ Αἴκουοι τό τε Τούσκουλον λαβόντες, καὶ Μᾶρκον Μινούκιον νικήσαντες, ἐν φρονήματι ἐγένοντο, ὥστε καὶ τοῖς πρέσβεσι τοῖς τῶν Ῥωμαίων, οὓς ἐπὶ τῇ τοῦ χωρίου καταλήψει αἰτιώμενοί σφας ἔπεμψαν, πρὸς μὲν τὸ ἐπίκλημα μηδὲν ἀποκρίνασθαι· δρῦν δέ τινα διὰ τοῦ στρατηγοῦ σφων Κοιλίου Γράκχου δείξαντες, πρὸς ἐκείνην, εἴ τι βούλοιντο, λέγειν αὐτοὺς κελεῦσαι.

 XLIX. Ὅτι πυθόμενοι οἱ Ῥωμαῖοι τὸν Μινούκιον ἐν κοίλῳ τινὶ καὶ λοχμώδει τόπῳ μετά τινων ἀπειλῆφθαι, δικτάτορα ἐπ’ αὐτοὺς Λούκιον Κοίίντιον, καίπερ πένητα ὄντα, τό τε γῄδιον, ὃ μόνον αὐτῷ ὑπῆρχεν, αὐτοχειρίᾳ τότε γεωργοῦντα, προεχειρίσαντο· ἔς τε γὰρ τὰ ἄλλα ὅμοιος τοῖς πρώτοις ἀρετὴν ἦν καὶ σωφροσύνῃ διέπρεπεν, καίτοι τὰς κόμας ἐς πλοκάμους ἀνιείς, ἀφ’ οὗ δὴ καὶ Κιγκινᾶτος ἐπωνομάσθη.

L. Ὅτι καὶ τὰ ἐν τοῖς στρατοπέδοις καὶ τὰ ἐν τῷ ἄστει ἐταράχθη· οἵ τε γὰρ στρατευόμενοι φιλονεικίᾳ τοῦ μηδὲν τοῖς τὴν δυναστείαν ἔχουσι προχωρῆσαι, καὶ τὰ κοινὰ καὶ τὰ οἰκεῖα ἐθελονταὶ προίίεντο· καὶ ἐκεῖνοι οὐχ ὅτι τοῖς ὑπὸ τῶν ἐναντίων ἀπολλυμένοις σφῶν ἔχαιρον, ἀλλὰ καὶ αὐτοὶ πολλοὺς τῶν δραστηρίων τῶν τὰ τοῦ πλήθους πραττόντων ἐκ τρόπου δή τινος ἐπιτηδείου ἔφθειρον. Κἀκ τούτου στάσις οὐ σμικρά σφων συνηνέχθη.

LI. Ἐς γὰρ τοῦτο φιλοτιμίας κἀκ τούτου καὶ φιλονεικίας ἀλλήλοις ἀφίκοντο, ὥστε μηκέτι καθ’ ἓν πάντας, ὥσπερ εἰώθεσαν, ἀλλ’ ἐκ περιτροπῆς ἰδίᾳ ἕκαστον αὐτῶν ἄρχειν, ἀφ’ οὗ οὐδὲν χρηστὸν ἐγίγνετο· τό τε γὰρ οἰκεῖον, οὐ τὸ κοινὸν ἑκάστου αὐτῶν σκοποῦντος, καὶ βλαβῆναί πῃ τὸ δημόσιον μᾶλλον ἢ τὸν συνάρχοντα εὐδοκιμῆσαι ἐθέλοντος, πολλὰ καὶ δυσχερῆ συνέβαινεν.

Ὅτι δημοκρατία ἐστὶν οὐ τὸ πάντας τῶν αὐτῶν ἁπλῶς τυγχάνειν, ἀλλὰ τὸ τὰ κατ’ ἀξίαν ἕκαστον φέρεσθαι

LII. Ὅτι τὴν τῶν Φαλίσκων πόλιν πολιορκοῦντες οἱ Ῥωμαῖοι, ταύτῃ προσκαθήμενοι διετρίβησαν ἂν, εἰ μὴ τοιόνδε τι ἐγένετο. Γραμματιστής τις ἐν αὐτῇ παῖδας οὔτ’ ὀλίγους οὔτ’ ἀφανεῖς παιδεύων, εἴθ’ ὑπ’ ὀργῆς ἢ καὶ κέρδους ἐλπίδι πάντας σφᾶς ἔξω τε τοῦ τείχους ὡς καὶ ἐπ’ ἄλλο τι ἐξήγαγεν (τοσοῦτον γάρ που τῆς ἀδείας αὐτοῖς περιῆν, ὥστε καὶ τότε συμφοιτᾶν)· καὶ πρὸς τὸν Κάμιλλον ἐκόμισε, πᾶσάν οἱ τὴν πόλιν δι’ αὐτῶν παραδιδόναι λέγων· οὐ γὰρ περιοίσειν ἔτι τοὺς ἔνδον, τῶν φιλτάτων σφίσι ἐχομένων.

Οὐ μέν τοι καὶ ἐπέρανέ τι· ὁ γὰρ Κάμιλλος τῆς τε ἀρετῆς ἅμα τῆς τῶν Ῥωμαίων καὶ τῶν συμπτωμάτων τῶν ἀνθρωπίνων ἐνθυμηθεὶς οὐκ ἠξίωσεν ἐκ προδοσίας αὐτοὺς ἑλεῖν, ἀλλὰ καὶ τὼ χεῖρε ἐς τοὐπίσω τοῦ προδότου δήσας παρέδωκεν αὐτὸν αὐτοῖς τοῖς παισὶν ὀπισθόχειρα ἀπαγαγεῖν οἴκαδε. Γενομένου δὲ τούτου οἱ Φαλίσκοι οὐκέτ’ ἀντέσχον. Ἀλλὰ καίτοι καὶ δυσάλωτοι ὄντες, καὶ ἐκ περιουσίας τὸν πόλεμον διαφέροντες, ὅμως ἐθελονταὶ ὡμολόγησαν αὐτῷ, θαυμαστήν τινα φιλίαν παρ’ αὐτοῦ προσδοκήσαντες ἕξειν, οὗγε καὶ πολεμίου οὕτω δικαίου ἐπεπείραντο.

 

LIII. Ὅτι πρὸς Φαλίσκους οἱ Ῥωμαῖοι πολλὰς μάχας μαχεσάμενοι καὶ πολλὰ καὶ παθόντες καὶ δράσαντες, τῶν μὲν πατρίων ἱερῶν ὠλιγώρησαν, πρὸς δὲ τὰ ξενικὰ ὡς καὶ ἐπαρκέσοντά σφισιν ὥρμησαν. Φιλεῖ γάρ πως τὸ ἀνθρώπειον ἐν ταῖς συμφοραῖς τοῦ μὲν συνήθους, κἂν θεῖον ᾖ, καταφρονεῖν, τὸ δὲ ἀπείρατον θαυμάζειν. Παρ’ ἐκείνου μὲν γὰρ ἅτε μηδὲν ἐς τὸ παρὸν ὠφελεῖσθαι νομίζοντες οὐδὲ ἐς τὸ ἔπειτα χρηστὸν οὐδὲν προσδέχονται· παρὰ δὲ δὴ τοῦ ξένου πᾶν ὅσον ἂν ἐθελήσωσιν ὑπὸ τῆς καινοτομίας ἐλπίζουσιν.

LIV. Ὁ οὖν Κάμιλλος ἐπιφθονώτερος ἔτι καὶ μᾶλλον ἐκ τούτων τοῖς πολίταις γενόμενος ἐγράφη τε ὑπὸ τῶν δημάρχων ὡς μηδὲν ἐκ τῆς λείας τῆς τῶν Οὐηίων τὸ δημόσιον ὠφελήσας· καὶ ἑκουσίως πρὸ τῆς δίκης ὑπεξέσχεν.

LV. Οὕτω γὰρ αὐτὸν οὐ τὸ πλῆθος μόνον, οὐδ’ ὅσοι φιλοτιμίαν τινὰ πρὸς τὴν ἀξίωσιν αὐτοῦ εἶχον, ἀλλὰ καὶ οἱ πάνυ φίλοι συγγενεῖς τε αὐτῷ ὄντες ἐβάσκαινον, ὥστε μηδ’ ἀποκρύπτεσθαι· δεομένου γὰρ αὐτοῦ τῶν μὲν καὶ συναγωνίσασθαί οἱ τῶν δὲ τήν γε ἀπολύουσαν θέσθαι, … Ἁλόντι δ’ αὐτῷ χρημάτων τε τιμήσειν καὶ τὴν καταδίκην συνεκτίσειν ὑπέσχοντο. Διὰ μὲν δὴ ταῦτα εὐχήν τε ὑπ’ ὀργῆς ἐποιήσατο, χρείαν αὐτοῦ τὴν πόλιν σχεῖν, καὶ πρὸς τοὺς Ῥουτούλους πρὶν κατηγορηθῆναι μετέστη.

LVI. Τῆς στρατείας τῶν Γαλατῶν αἰτία αὕτη ἐγένετο. Οἱ Κλουσῖνοι πολέμῳ ὑπ’ αὐτῶν κακωθέντες πρὸς τοὺς Ῥωμαίους κατέφυγον, ἐλπίδα οὐκ ἐλαχίστην ἔχοντες, ἐπειδὴ τοῖς Οὐηιένταις καίπερ ὁμοφύλοις οὖσιν οὐ συνήραντο, πάντως τινὰ ὠφελίαν παρ’ αὐτῶν εὑρήσεσθαι. Ὡς δὲ ἐκεῖνοι τὴν ἐπικουρίαν οὐκ ἐψηφίσαντο, πρέσβεις δὲ πρὸς τοὺς Γαλάτας πέμψαντες εἰρήνην αὐτοῖς ἔπραττον· ταύτην παρὰ μικρόν (ἐπὶ γὰρ μέρει τῆς χώρας προετείνετό) σφισιν ἐποιήσαντο.

Συμπεσόντες δὲ τοῖς βαρβάροις ἐκ τῶν λόγων ἐς μάχην τοὺς τῶν Ῥωμαίων πρέσβεις προσπαρέλαβον. Οἱ οὖν Γαλάται χαλεπῶς ἐπὶ τῇ ἀντιτάξει αὐτῶν ἐνεγκόντες, τὸ μὲν πρῶτον ἀνταπέστειλάν τινας ἐς τὴν Ῥώμην, αἰτιώμενοι τοὺς πρέσβεις· εἶτ’ ἐπειδὴ μήτε τιμωρία σφίσιν ἐγένετο, καὶ χιλίαρχοι πάντες ἀπεδείχθησαν, θυμοῦ τε ἐπληρώθησαν, ὄντες καὶ ἄλλως ὀργὴν ἄκροι, καὶ Κλουσίνους ἐν ὀλιγωρίᾳ θέμενοι, πρὸς τὴν Ῥώμην ὥρμησαν.

LVII. Ὅτι τοῖς Ῥωμαίοις δεξαμένοις τὴν τῶν Γαλατῶν ἔφοδον οὐδ’ ἀναπνεῦσαι ὑπῆρξεν· ἀλλ’ αὐθημερὸν ἐς τὴν μάχην ἐκ τῆς πορείας, ὥσπερ εἶχον, καταστάντες ἔπταισαν· πρός γὰρ τὸ ἀδόκητον τῆς ἐπιστρατείας αὐτῶν καὶ τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν σωμάτων τήν τε φωνὴν ξενικόν τέ τι καὶ φρικῶδες φθεγγομένην ἐκπλαγέντες τῆς τε ἐμπειρίας ἅμα τῆς τῶν τακτικῶν ἐπελάθοντο καὶ ἐκ τούτου καὶ τὰς ἀρετὰς προήκαντο. Πλεῖστον γάρ τοι πρὸς ἀνδρείαν ἐπιστήμη φέρει, ὅτι καὶ παροῦσά τισι τὴν ῥώμην τῆς γνώμης σφῶν βεβαιοῖ, καὶ ἐλλείπουσα καὶ ἐκείνην προσδιαφθείρει πολλῷ μᾶλλον ἢ εἰ μηδὲ τὴν ἀρχὴν αὐτοῖς προυυπῆρχεν· ἄπειροι μὲν γὰρ πολλοὶ πολλὰ θυμῷ βιαίως κατορθοῦσιν· οἱ δὲ δὴ τῆς εὐταξίας, ἣν ἂν μάθωσιν, ἁμαρτάνοντες, καὶ τὴν τοῦ φρονήματος ἰσχὺν προσαπολλύουσιν. Ὑφ’ ὧν καὶ οἱ Ῥωμαῖοι ἐσφάλησαν.

LVIII. Ὅτι οἱ Ῥωμαῖοι οἱ ἐν τῷ Καπιτωλίῳ ὄντες καὶ πολιορκούμενοι, ἐλπίδα σωτηρίας πλὴν παρὰ τοῦ δαιμονίου οὐδεμίαν εἶχον. Τὸ γὰρ δὴ θεῖον καίπερ ἐν παντὶ κακοῦ ὄντες ἐθεράπευον οὕτως, ὥστε, ἐπειδή τι τῶν ἱερῶν ἐχρῆν ὑπὸ τῶν ποντιφίκων ἄλλοθί που τῆς πόλεως γενέσθαι, Καίσων Φάβιος, οὗ ἡ ἱερουργία ἱκνεῖτο, κατέβη τε ἐπ’ αὐτὴν ἐκ τοῦ Καπιτωλίου στειλάμενος ὥσπερ εἰώθει,, καὶ διὰ τῶν πολεμίων διεξελθὼν, τά τε νομιζόμενα ἐποίησε καὶ αὐθημερὸν ἀνεκομίσθη.

Θαυμάζω μὲν οὖν καὶ τῶν βαρβάρων, ὅτι αὐτοῦ, εἴτ’ οὖν διὰ τοὺς θεοὺς, εἴτε καὶ διὰ τὴν ἀρετήν, ἐφείσαντο. Πολύ γε μὴν μᾶλλον αὐτὸν ἐκεῖνον ἐν θαύματι ποιοῦμαι καθ’ ἑκάτερον, ὅτι τε ἐς τοὺς πολεμίους μόνος κατελθεῖν ἐτόλμησε, καὶ ὅτι δυνηθεὶς ἀναχωρῆσαί ποι ἀσφαλῶς οὐκ ἠθέλησεν, ἀλλ’ ἐς τὸ Καπιτώλιον αὖθις ἑκὼν ἐπὶ προῦπτον κίνδυνον ἀνεχώρησεν· ἐπιστάμενος μὲν ὀκνοῦντας αὐτοὺς τὸ χωρίον, ὃ μόνον ἔτι τῆς πατρίδος εἶχον, ἐκλιπεῖν· ὁρῶν δὲ μηδ’ εἰ πάνυ ἐπεθύμουν ἐκφυγεῖν δυναμένους ὑπὸ τοῦ πλήθους τῶν πολιορκούντων τοῦτο ποιῆσαι.

LIX. Ὅτι ὁ Κάμιλλος παρακαλούμενος τὴν ἡγεμονίαν ἐγχειρισθῆναι, οὐχ ὑπήκουσεν, ὅτι φεύγων τε ἦν, καὶ οὐκ ἔμελλε κατὰ τὰ πάτρια αὐτὴν λήψεσθαι. Οὕτω γάρ που νόμιμος ἀκριβής τε ἀνὴρ ἐγένετο, ὥστε καὶ ἐν τηλικούτῳ τῆς πατρίδος κινδύνῳ διὰ φροντίδος τὰ καθήκοντα ποιεῖσθαι, καὶ μὴ δικαιοῦν παράδειγμα τοῖς ἔπειτα παρανομίας καταλιπεῖν.

LX. Ὁτι τῶν Ῥωμαίων ἁλούσης ὑπὸ Γαλατῶν τῆς πόλεως εἰς τὸ Καπιτώλιον ἀνασκευασαμένων, ὁ Κάμιλλος φυγὰς ὢν, εἰσπέμπει πρὸς αὐτοὺς, ὡς ἐπιθέσθαι βούλεται τοῖς Γαλάταις. Ὡς δὲ ὁ διακομίζων τὰ γράμματα εἰς τὸ φρούριου ἀφίκετο, οἱ βάρβαροι τὰ ἴχνη διεσημαίντο. Καὶ μικροῦ δεῖν καὶ τὸ καταφύγιον ἔλαβεν ἂν, εἰ μὴ ἱεροὶ χῆνες βοσκόμενοι τὴν τῶν βαρβάρων ἔφοδον διεθρύλλησαν, καὶ τοὺς ἔνδον Ῥωμαίους διυπνίσαντες τοῖς ὅπλοις παρέστησαν.

LXI. Ὅτι Σιβύλλης χρησμὸς ἐφάσκετο Καπιτὼλιον κεφάλαιον ἔσεσθαι τῆς οἰκουμένης μέχρι τῆς τοῦ κόσμου καταλύσεως

LXII. Ὁτι Φευρουάριος φθονήσας Καμίλλῳ μελέτην τυραννίδος αὐτοῦ κατηγόρησε· τούτου δὲ διωχθέντος καὶ αὖθις καθόδου τυχόντος, ὡς πολιορκουμένῃ τῇ πατρἰδι κατὰ τὴν φυγὴν ἐβοήθησεν, εἰς ἐξέτασιν Φευρουάριος ἄγεται καὶ διώκεται. Κάμιλλος δὲ καὶ τὸν ὲπώνυμον αὐτῷ μῆνα παρὰ τοὺς ἄλλους ἐκολόβωσεν.

LXIII. Ὅτι τοῦ Καπιτωλίνου κατέγνω ὁ δῆμος. Καὶ ἥ τε οἰκία αὐτοῦ κατεσκάφη, καὶ τὰ χρήματα ἐδημεύθη, τό τε ὄνομα, καὶ εἰ δή που εἰκὼν ἦν, ἀπηλείφθη καὶ διεφθάρη. Καὶ νῦν δὲ, πλὴν τῆς κατασκαφῆς, πάντα γίγνεται ἐπὶ τοῖς τῷ κοινῷ ἐπιβουλεύουσιν. Ἔκριναν δὲ καὶ μηδένα εὐπατρίδην ἐν τῇ ἄκρᾳ κατοικεῖν, ὅτι καὶ ἐκεῖνος ἐνταυθοῖ οἰκῶν ἐτύγχανεν. Ἡ δὲ δὴ συγγένεια ἡ τῶν Μαλλίων ἀπεῖπε μηδένα σφῶν Μᾶρκον, ἐπείπερ οὗτος ὠνομάζετο, προσκαλεῖσθαι.

Καπιτωλῖνος μὲν οὖν τοσοῦτον τὸ διαλλάσσον κἀν τοῖς τρόποις κἀν τῇ τύχῃ ἔσχεν. Τά τε γὰρ πολέμια ἀκριβώσας, εἰρηνεῖν οὐκ ἠπίστατο. Καὶ τὸ Καπιτώλιον ὃ ἐσεσώκει κατέλαβεν ἐπὶ τυραννίδι. Εὐπατρίδης τε ὢν οἰκέτου ἔργον ἐγένετο, καὶ πολεμικὸς νομισθεὶς, ἐν ἀνδραπόδου τρόπῳ συνελήφθη· κατά τε τῆς πέτρας αὐτῆς ἀφ’ ἧς τοὺς Γαλάτας ἀπεώσατο ἐρρίφη.

LXIV. Ὅτι ὁ Καπιτωλῖνος κατεκρημνίσθη ὑπὸ τῶν Ῥωμαίων . Οὕτως οὔτ’ ἄλλο τι κατὰ χώραν, ὡς πλήθει, τοῖς ἀνθρώποις μένει· καὶ αἱ εὐπραγίαι συχνοὺς ἐς συμφορὰς ἀντιρρόπους προάγουσιν· ἐξαίρουσαι γὰρ αὐτοὺς πρὸς τὰς ἐλπίδας τῶν ὁμοίων, τοῦ τε πλείονος ἀεὶ ποιοῦσιν ἐπορέγεσθαι, καὶ ἐς τὸ ἐναντιώτατον σφαλέντας καταβάλλουσι.

LXV. Ὅτι πρὸς Τουσκουλανοὺς ἐστράτευσε Κάμιλλος· θαυμαστῇ δέ τινι προσποιήσει δεινὸν οὐδὲν ἔπαθον. Καθάπερ γὰρ οὔτ’ αὐτοί τι πλημμελήσαντες, οὔτε τῶν Ῥωμαίων ὀργήν σφισι ἐχόντων, ἀλλ’ ἤτοι ὡς φίλων παρὰ φίλους ἰόντων ἢ καὶ ἐφ’ ἑτέρους τινὰς διὰ τῆς ἐκείνων στρατευόντων, οὔτε τι μετέβαλον τῶν καθεστηκότων οὔθ’ ὅλως ἐταράχθησαν. Ἀλλὰ καὶ πάνυ πάντες ἐπί τε ταῖς δημιουργίαις, καὶ ἐπὶ τοῖς ἄλλοις ἔργοις ὡς καὶ ἐν εἰρήνῃ κατὰ χώραν μείναντες, εἴσω τε τὸν στρατὸν ἐσεδέξαντο καὶ ξένια αὐτοῖς ἔδοσαν, τά τε ἄλλα ὡς φίλους ἐτίμησαν. Ἐξ οὗπερ καὶ οἱ Ῥωμαῖοι οὐχ ὅτι κακόν τι αὐτοὺς ἔδρασαν, ἀλλὰ καὶ ἐς τὴν πολιτείαν μετὰ ταῦτ’ ἐσεγράψαντο.

 LXVI. Ὅτι χιλιαρχοῦντος Ῥούφου, καὶ πράττοντός ἐν τῇ ἀγορᾷ δημόσιον, [πρὸς τὴν γυναῖκα αὐτοῦ ἡ ἀδελφὴ αὐτῆς παραγέγονεν]·ἐπειδὴ [δὲ] ἔκ τινος ἀφίκετο καὶ τὴν θύραν ὁ ῥαβδοῦχος κατά τι ἔθος ἀρχαῖον ὁ ῥαβδοῦχος ἔκρουσεν, ἐξεταράχθη πρὸς τοῦτο οὔπω πρότερον τοιούτου τινὸς πεπειραμένη καὶ διεπτοήθη. Γέλωτος οὖν ἐπ’ αὐτῇ συχνοῦ καὶ παρὰ τῆς ἀδελφῆς καὶ τῶν ἄλλων γενομένου, καὶ σκωφθεῖσα ὡς ἰδιῶτις τῶν ἀρχικῶν πραγμάτων, διὰ τὸ τὸν ἄνδρα αὐτῆς μήποτε ἐν ἡγεμονίᾳ τινὶ ἐξητάσθαι, οὖσα, δεινὸν ἐποιήσατο· οἷά που ἄλλως τε καὶ ταῖς γυναιξὶν ἐκ μικροψυχίας συμβαίνειν πέφυκεν· καὶ οὐ πρότερον ἀνῆκε δυσκολαίνουσα πρὶν πᾶσαν τὴν πόλιν θορυβῆσαι, ὥς που σμικρὰ καὶ τὰ τυχόντα πολλῶν τισι καὶ μεγάλων κακῶν αἴτια γίγνεται, ὅταν φθόνῳ τέ τις αὐτὰ καὶ ζηλοτύπως λαμβάνῃ.

LXVII. Ὅτι δεινὸν ἐν κακοῖς προσδοκία σωτηρίας ἀναπεῖσαί τινα πιστεῦσαι καὶ τοῖς παραλόγοις.

Ἀεὶ γάρ τι τοῦ τῆς πολιτείας κόσμου στασιάζοντες παρέλυον· ὥσθ’ ὑπὲρ ὧν τοὺς πολέμους πρὶν τοὺς μεγίστους ἀνῃροῦντο, ταῦτ’ ἐν τῷ χρόνῳ σύμπαντα ὡς εἰπεῖν οὐκ ἀστασιάστως μέν, οὐ μέντοι καὶ χαλεπῶς κατακτήσασθαι.

LXVIII. Ὅτι Πούπλιος, τῶν πολιτῶν Ῥωμαίων στασιαζόντων πρὸς ἀλλήλους, ὀλίγου τούτους συνήλλαξεν. Λικίννιον γὰρ Στόλωνα προσείλετο ὄντα ἵππαρχον. Ὅπερ καινοτομηθὲν τοὺς μὲν εὐπατρίδας ἐλύπησεν, τοὺς δὲ ἄλλους οὕτως ὑπηγάγετο ὥστε μηκέτι τῆς ὑπατείας τῷ ὑστέρῳ ἔτει ἀντιποιήσασθαι, ἀλλ’ ἐᾶσαι τοὺς χιλιάρχους αἱρεθῆναι. Ἐκ γὰρ τούτου καὶ ἐς τἆλλα ἀνθυπείξαντές γέ τινα ἀλλήλοις ἴσως ἂν κατηλλάγησαν, εἰ μήπερ ὁ Στόλων ὁ δήμαρχος τοιοῦτόν τι εἰπών· ὡς οὐκ ἂν πίοιεν, εἰ μὴ φάγοιεν, ἀνέπεισεν αὐτοὺς μηδενὸς ἀφέσθαι· ἀλλ’ ὡς καὶ ἀναγκαῖα πάντα ὅσα ἐνεχειρίσαντο κατεργάσασθαι.

LXΙX. Ὀτι σεισμοῦ κατὰ τὴν Ῥώμην συμβάντος καὶ χάσματος ἐν τῇ ἀγορᾷ γενομένου, σιβύλλειον λόγιον ἦν συνελθεῖν τὸ χάσμα, τοῦ τιμιωτάτου ἐν αὐτῷ· πολλῶν δὲ πολλὰ τῶν τιμίων ἐκεῖσε ῥιπτομένων, καὶ τοῦ χάσματος μηδαμῶς συνιόντος. Κούρτιος, ἀνὴρ εὐπατρίδης, νέος τὴν ἡλικίαν, ὡραιότατος τὴν μορφήν, ῥωμαλεώτατος τὴν ἰσχύν, ἀνδρειότατος τὴν ψυχήν, φρονήσει διαπρεπής, τὸν νοῦν συνεὶς τοῦ χρησμοῦ παρελθὼν εἰς μέσον ἐδημηγόρησε λέγων· Τί τῶν λογίων ἀσάφειαν, ὦ Ῥωμαῖοι, ἢ ἀμαθίαν ἡμῶν αὐτῶν καταψηφιζόμεθα; Ἡμεῖς ἐσμεν τοῦτο δὴ τὸ ζητούμενόν τε καὶ ἀπορούμενον. Οὐ γάρ τι ἄψυχον ἐμψύχου λογισθήσεται βέλτιον· οὐδὲ τοῦ ἔννου καὶ ἔμφρονος καὶ λόγῳ κεκοσμημένου τὸ ἄνουν ἄλογόν τε καὶ ἄφρον προτιμηθήσεται. Τί γὰρ ἄν τις ἀνθρώπου προκρίνειεν, ἵνα τοῦτο ἐς τὴν τῆς γῆς βαλόντες διάστασιν αὐτὴν συναγάγοιμεν; Οὐκ ἔστιν οὐδὲν ζῷον θνητὸν οὐδ’ ἄμεινον οὐδ’ ἰσχυρότερον ἀνθρώπου. Ἢ οὐχ ὁρᾶτε ὅτι τὰ μὲν ἄλλα πάντα κάτω κέκυφε καὶ ἐς τὴν γῆν ἀεὶ βλέπει, πράττει τε οὐδὲν ὃ μὴ τροφῆς καὶ ἀφροδισίων ἔχεται, οὕτω καὶ ὑπ’ αὐτῆς τῆς φύσεως ἐς ταῦτα κατακέκριται, μόνοι δὲ ἡμεῖς ἄνω τε ὁρῶμεν καὶ τῷ οὐρανῷ αὐτῷ ὁμιλοῦμεν, καὶ τὰ μὲν ἐπὶ τῆς γῆς ὑπερφρονοῦμεν, τοῖς δὲ δὴ θεοῖς αὐτοῖς ὡς καὶ ὁμοίοις οὖσιν ἡμῖν σύνεσμεν, ἅτε καὶ φυτὰ καὶ ποιήματα αὐτῶν οὐ γήινα ἀλλ’ οὐράνια ὄντες; Ὑφ’ οὗ καὶ αὐτοὺς ἐκείνους πρὸς τὰ ἡμέτερα εἴδη καὶ γράφομεν καὶ πλάττομεν. Εἰ γὰρ δεῖ δή τι καὶ θρασυνόμενον εἰπεῖν, οὔτ’ ἄνθρωπος οὐδὲν ἄλλο ἐστὶν ἢ θεὸς σῶμα θνητὸν ἔχων, οὔτε θεὸς ἄλλο τι ἢ ἄνθρωπος ἀσώματος καὶ διὰ τοῦτο καὶ ἀθάνατος. Ταῦτά τοι καὶ συμπάντων τῶν ἄλλων ζῴων προφέρομεν: καὶ οὔτε τι πεζόν ἐστιν ὃ μὴ τάχει καταληφθὲν ἢ ἰσχύι δαμασθὲν ἢ καὶ τέχναις τισὶ συλληφθὲν δουλούμεθα, οὔτ’ ἔνυδρον οὔτ’ ἀεροπόρον, ἀλλὰ καὶ ἐκεῖνα τὰ μὲν ἐκ τοῦ βυθοῦ μηδ’ ὁρῶντες ἀνέλκομεν, τὰ δὲ καὶ ἐκ τοῦ οὐρανοῦ μηδὲ ἐξικνούμενοι κατασύρομεν. καὶ οὐ πόρρω τῆς θείας δυνάμεως ἀπηρτήμεθα. Ταῦτα ἐγὼ μὲν οὕτω φρονῶ, ἀξιῶ δὲ καὶ ὑμᾶς τῇ γνώμῃ προσθέσθαι ταύτῃ. Καὶ μή τις οἰήσαιτο ὅτι κλῆρον ποιήσομαι ἢ κόρην κελεύσω θανεῖν ἢ μειράκιον· αὐτὸς γὰρ ἐγὼ ἑκὼν ἐμαυτὸν ὑμῖν ἐπιδίδωμι, ἵνα σήμερον αὐτίκα κήρυκα πέμψητέ με καὶ πρεσβευτὴν τοῖς χθονίοις θεοῖς, ἐσόμενον ὑμῖν ἀεὶ προστάτην καὶ σύμμαχον. Ταῦτα εἰπὼν ὁ Κούρτιος τὰ ὅπλα ἐνεδιδύσκετο, εἶτα καὶ τοῦ ἵππου ἐπέβη, καὶ ἀτρεέπτῳ προσώπῳ ἑλαύνει κατὰ τοῦ χάσματος, καὶ συνῆλθεν ἠ γῆ· ὁ δέ ἡρωικὰς καρποῦται τιμάς.

Ὁ Μάλλιος τῷ βασιλεῖ μονομαχήσας Κελτῶν καὶ τοῦτον καταβαλὼν τὸν νεκρὸν ἐσκύλευσε· καὶ τὸν περὶ τὸν τράχηλον σκεπτρὸν ἀνελόμενος, ὃς ἐπιχώριός ἐστι Κελτοῖς κόσμος, αὐτὸς περιέθετο· καὶ ἀπὸ τοῦδε Τορκουάτος πρὸς τῶν πολιτῶν ἐπεκλήθη, ὅπερ ἂν εἴη στρεπτοφόρος· καὶ τὴν ἐπίκλησιν ταύτὴν τοῖς ἀφ’ ἑαυτοῦ κατέλιπε μνημεῖον τῆς ἀριστείας.

LXXI. Ὅτι ὁ Δίων φησί· διόπερ που, καίπερ οὐκ εἰωθὼς ἐκβολαῖς τοῦ λόγου χρῆσθαι, ἄλλως τε ἐπεμνήσθην αὐτοῦ καὶ τὴν ὀλυμπιάδα προσέγραψα, ἵν’ ἐπειδὴ λανθάνει. Τοὺς πολλοὺς ὁ χρόνος τῆς μετοικίσεως, ἐκφανέστερος ἐξ ἐκείνου γένηται.

LXXII. Ὅτι Ἀγύλλαιοι ἐπειδὴ ᾖσθοντο τοὺς Ῥωμαίους σφίσι πολεμῆσαι βουλομένους, πρέσβεις τε ἐς τὴν Ῥώμην ἔστειλαν πρὶν καὶ ὁτιοῦν ψηφισθῆναι, καὶ εἰρήνης ἐπὶ τῷ ἡμίσει τῆς χώρας ἔτυχον.

LXXIII. Ὅτι Οὐαλερίου μέλλοντος ἡγεμόνι τῶν Κελτῶν μονομαχεῖν, κόραξ προσιζάνει τῷ δεξιῷ τούτου βραχίονι καὶ ἀντιπρόσωπος τῷ Κελτῷ· τοῖς τε ὄνυξιν ἀμύττων τὸ πρόσωπον καὶ ταῖς πτέρυξι καλύπτων τοὺς ὀφθαλμοὺς ἀφύλακτον αὐτὸν τῷ Οὐαλερίῳ παρέδωκε καὶ ὁ Οὐαλέριος Κορβῖνος ἐπεκλήθη· κόρβος γὰρ ὁ κόραξ.

LXXIV. ταῦτά τε δὴ καὶ ἄλλα τινὰ τοιούτῳ τρόπῳ προετείνοντο, οὐχ ὅτι καὶ καταπράξειν τι αὐτῶν ἤλπιζον· εὖ γάρ, εἴπερ τινὲς ἄλλοι, τὰ τῶν Ῥωμαίων φρονήματα ἠπίσταντο· ἀλλ’ ὅπως ἀποτυχόντες αὐτῶν πρόφασιν ἐγκλημάτων ὡς ἀδικούμενοι λάβωσιν.

LXXV. Ὅτι Μάλλιος ὁ ὕπατος τὸν ἑαυτοῦ παῖδα μονομαχήσαντα Ποντίῳ τῷ Λατίνῳ καὶ καταλαβόντα τοῦτον ὡς ἐστεφάνωσεν, ὡς δὲ ὑπερβάντα τὰ ἐξ αὐτοῦ τεταγμένα ἐπελέκισεν· ὃ δὴ σὺν ὡμότητι πραχθὲν εὐπειθεστάτους τοῖς ἄρχουσι Ῥωμαίους κατέστηκεν.

LXXVI. Ἦν μὲν δὴ παντὶ καταφανὲς, ὅτι περισκοπήσαντες τὴν ἔκβασιν τῆς τύχης πρὸς τὸ κρατοῦν ἔστησαν· οὐ μὴν ἐξήλεγξεν αὐτοὺς ὁ Τορκουᾶτος, μή τι οἰδούντων σφίσιν ἔτι τῶν πρὸς τοὺς Λατίνους πραγμάτων νεωτερίσωσιν· οὐ γάρ τοι τὰ πάντα τραχύς, οὐδ’ οἷος ἐς τὸν υἱὸν ἐγένετο καὶ ἐς τἆλλα ἦν· ἀλλὰ καὶ εὔβουλος καὶ εὐπόλεμος ὡμολόγητο εἶναι, ὥστε καὶ πρὸς τῶν πολιτῶν καὶ πρὸς τῶν ἐναντίων ὁμοίως λέγεσθαι ὅτι τό τε κράτος τοῦ πολέμου ὑποχείριον ἔσχε, καὶ εἰ καὶ τῶν Λατίνων ἡγεῖτο, πάντως ἂν αὐτοὺς νικῆσαι ἐποίησεν.

LXXVII. Γράφει δὲ Δοῦρις, Διόδωρος καὶ Δίων ὅτι Σαυνιτων, Τυρρηνῶν καὶ ἑτέρων ἐθνῶν πολεμούντων Ῥωμαίοις, ὁ Δέκιος ὕπατος Ῥωμαίων, συστράτηγος ὢν Τορκουάτου, ἐπέδωκεν ἑαυτὸν εἰς σφαγήν.  Καὶ ἀνηρέθησαν τῶν ἐναντίων χιλιάδες ἑκατὸν αὐθημερόν.

LXXVIII. Ὅτι Ῥωμαίων Λατίνοις πολεμούντων, καὶ τοῦ μάντεως εἰπόντος Ῥωμαίους νικᾷν, εἰ ὁ ἕτερος τῶν ὑπάτων χθονίοις ἑαυτὸν ἐπιδοίη δαίμοτι, Δέκιος ὁ ὕπατος τὴν πολεμικήν σκευὴν ἀποθέμενος καὶ τὴν ἱερὰν ἐσθῆτα ἀνελαβὼν κατὰ τὸ καρτρρικώτατον εἰσελαύνει τῶν πολεμίων· καὶ`ὁ μὲν πανταχόθεν βαλλόμενος θνήσκει, Ῥωμαίοις δὲ πρὸς τὸ εὐτυχὲς ὁ ἀγὼν ἐτελεύτα.

 Ἡμεῖς δὲ θαυμάζομεν αὐτοῦ Δεκίου τὴν μάχην ἀνώρθωσε καὶ τοὺς μὲν νικῶντας ἥττησε, τοῖς δὲ δὴ κρατουμένοις νίκην ἔδωκεν, οὐ μὴν καὶ συμβαλεῖν ἔχω δι´ ὃ ἐγένετο. Ὅταν μὲν γὰρ τὰ πραχθέντα τισὶν ἐπιλέξωμαι (πολλὰ γὰρ ἤδη πολλοῖς τοιαῦτα συνενεχθέντα ἴσμεν), οὐ δύναμαι τοῖς λε γομένοις ἀπιστῆσαι· ὅταν δὲ δὴ τὰς αἰτίας αὐτῶν ἐκλογίσωμαι, καὶ πάνυ ἐς ἀπορίαν καθίσταμαι· πῶς γὰρ 〈ἂν〉 καὶ πιστεύσειέ· τις ἐκ τοιαύτης ἑνὸς ἀνδρὸς ἐπιδόσεως τοσοῦτο πλῆθος ἀνθρώπων ἔς τε τὴν σωτηρίαν ὁμοίως καὶ ἐς τὴν ἐπικράτησιν μεταβαλέσθαι; καὶ ταῦτα μὲν ὅπῃ ποτὲ καὶ δι´ ἃς αἰτίας οὕτως ἔχει ζητεῖν ἄλλοις μελήσει..

 

LXXIX. Ὅτι οἱ Ῥωμαῖοι καίπερ ἀχθόμενοι τῷ Τορκουάτῳ διά τε τὸν υἱὸν αὐτοῦ οὕτως ὥστε καὶ τὰ χαλεπώτατα τῶν ἔργων μαλλιανὰ ἀπ´ αὐτοῦ ὀνομάσαι, καὶ διότι καὶ τὰ ἐπινίκια τεθνηκότος μὲν ἐκείνου τεθνηκότος δὲ καὶ τοῦ συνάρχοντος ἑώρτασεν, ὅμως ἐπείξαντός ποτε ἑτέρου σφᾶς πολέμου καὶ αὖθις αὐτὸν ἐς τετάρτην ὑπατείαν προεχειρίσαντο. οὐ μέντοι καὶ ἐκεῖνος ἄρξαι ἔτ´ αὐτῶν ἠθέλησεν, ἀλλ´ ἐξωμόσατο εἰπὼν ὅτι οὔτ´ ἂν ἐγὼ ὑμῶν ἀνασχοίμην οὔθ´ ὑμεῖς ἐμοῦ.

LXXX. Ὅτι ἀνθυπαγόμενοι τοὺς Λατίνους ἐς εὔνοιαν οἱ Ῥωμαῖοι τὴν πολιτείαν αὐτοῖς ἔδωκαν, ὥστε καὶ τῶν ὁμοίων σφίσι μεταλαμβάνειν· ὧν γὰρ ἀπειλοῦσι τὸν πόλεμον οὐ μετέδοσαν καὶ δι´ ἃ τοσούτους κινδύνους ὑπέστησαν, ταῦτα τότε κρατήσαντες αὐτῶν αὐτεπάγγελτοι τούτοις ἐψηφίσαντο, τοὺς μὲν τῆς συμμαχίας, τοὺς δὲ ὅτι μηδὲν ἐνεόχμωσαν ἀμειβόμενοι.

LXXXI.  Ὅτι διαγνώμην πρὸς Πριουερνάτας ἐποιήσαντο οἱ Ῥωμαῖοι, ἐρωτήσαντες τί παθεῖν τοιαῦτα δρῶντες ἄξιοι εἶεν· οἳ ἀπεκρίναντο θαρσούντως ὅτι ὅσα χρὴ τοὺς ἐλευθέρους ὄντας τε καὶ ἐπιθυμοῦντας εἶναι. πυθομένου τε αὖθις τοῦ ὑπάτου· καὶ τί ποιήσετε ἂν τῆς εἰρήνης τύχητε; ἔφασαν ὅτι, ἂν μὲν ἐπὶ μετρίοις τισὶν αὐτὴν λάβωμεν ἡσυχάσομεν, ἂν δὲ ἀφόρητόν τι προσταχθῶμεν, πολεμήσομεν. Θαυμάσαντες δὲ τὴν προθυμίαν οὐχ ὅπως τὰς σπονδὰς πολὺ βελτίους σφίσι παρὰ τοὺς ἄλλους ἔδοσαν …

LXXXII.  Ἀλλ´ εὖ ἴσθι ὅτι αἱ μὲν ἀνήκεστοι ἐν τοῖς τοιούτοις τιμωρίαι αὐτούς τε τοὺς δικαιουμένους παραπολλύουσι δυνηθέντας ἂν ἀμείνους γενέσθαι καὶ τοὺς ἄλλους οὐδὲν μᾶλλον σωφρονίζουσιν· Ἡ γὰρ ἀνθρωπίνη φύσις οὐκ ἐθέλει ἑαυτῆς πρὸς τὰς ἀπειλὰς ἐξίστασθαι, ἀλλ´ ἢ δέους τινὸς ἀνάγκῃ ἢ θάρσους ὕβρει ἀπειρίας τε θρασύτητι καὶ ἐξουσίας προπετείᾳ, ἢ καθ´ ἑτέραν τινὰ συντυχίαν, οἷα πολλὰ πολλοῖς καὶ παρ´ ἐλπίδα συμβαίνει, τοὺς μὲν οὐδὲ ἐνθυμουμένους τῶν κολάσεων ἀλλ´ ἀλογίστως αὐτῶν ἐς τὸ προκείμενον φερομένους, τοὺς δὲ παρ´ οὐδὲν αὐτὰς πρὸς τὸ τυχεῖν ὧν ὀρέγονται ποιουμένους ἁμαρτάνειν ἀναπείθει. Αἱ δὲ ἐμμελεῖς φιλανθρωπίαι τἀναντία αὐτῶν πάντα διαπράττουσιν· ὑπὸ γὰρ τῆς ἐγκαίρου συγγνώμης αὐτοί τε πολλάκις μεταβάλλονται, ἄλλως τε καὶ ὅταν ἐξ ἀνδρείας καὶ μὴ κακουργίας, ἐκ φιλοτιμίας καὶ μὴ πονηρίας τι ποιήσωσι (δεινὴ γάρ ἐστι καὶ δουλῶσαι καὶ σωφρονίσαι φρόνημα γενναῖον εὔλογος φιλανθρωπία), καὶ τοὺς ἄλλους ἐθελοντὰς ἅτε καὶ τὸ σεσωσμένον ὁρῶντας μεταρρυθμίζουσι· πείθεται γὰρ πᾶς ἥδιον ἢ βιάζεται, καὶ ἑκούσιος ἀκούειν τοῦ νόμου βούλεται μᾶλλον ἢ ἀνάγκῃ, ὅτι τὸ μὲν αὐθαίρετον ὡς καὶ οἰκεῖον σπουδάζει, τὸ δὲ ἐξ ἐπιτάγματος ὡς καὶ ἀνελεύθερον ἀπωθεῖται. Ὅτι τῆς μεγίστης καὶ ἀρετῆς καὶ ἐξουσίας ἐστὶν ἔργον οὐ τὸ φονεῦσαί τινα (τοῦτο μὲν γὰρ καὶ ὑπὸ τῶν κακίστων καὶ ἀσθενεστάτων πολλάκις γίγνεται) ἀλλὰ τὸ φείσασθαί τινος καὶ τὸ σῶσαί τινα, ὃ μηδεὶς ἄλλος ἡμῶν ἄκοντός γέ σου δύναται. Βούλομαι μὲν ἤδη πεπαῦσθαι λέγων· τό τε γὰρ ψυχίδιόν μου κέκμηκε καὶ τὸ φθέγμα ἐνδίδωσι, τά τε δάκρυα τὴν φωνὴν ἐνίσχει, καὶ ὁ φόβος τὸ στόμα συνδεῖ. ἀλλ´ οὐκ ἔχω πῶς ἀπαλλαγῶ· τὸ  γὰρ πάθος (ἄν γε μὴ μᾶλλον δόξῃ σοι δεξίον τι προφαινόμενον) οὐκ ἐπιτρέπει μοι σιωπῆσαι, ἄλλως καὶ παρὰ τοῦθ´ ὅ τι πόσον τελευταῖον εἴπω, τῆς σωτηρίας μοι τοῦ παιδὸς ἐσομένης ἀναγκάζει με πλείω, ὥσπερ ἐν εὐχαῖς, λαλεῖν.

LXXXIII. Τότε γὰρ καὶ τὸ σχῆμα τῆς ἀρχῆς ἧς περιεβέβλητο ὤκνει καταλῦσαι· καὶ ἐπειδὴ ἔμελλε τοῦ Ῥούλλου φείσεσθαι (τὴν γὰρ σπουδὴν τοῦ δήμου ἑώρα), ἐκείνῳ τε ἐπὶ πλεῖον ἀντισχὼν χαρίσασθαι καὶ τοὺς νέους ἐπιστρέψαι μᾶλλον, ὥστε ἐξ ἀδοκήτου αὐτῷ συγγνούς, ἠθέλησε. τό τε οὖν πρόσωπον συστρέψας καὶ τὸν δῆμον δριμὺ ὑποβλέψας τὴν φωνὴν ἐνέτεινε καὶ εἶπε…

Καὶ σιωπὴ μεγίστη· οὑ μὲν καὶ ἡσύχαζον, ἀλλ´ οἷόν τι φιλεῖ ἐν τῷ τοιούτῳ γίγνεσθαι, αὐτῷ τε ἐπιστένοντες καὶ πρὸς ἀλλήλους τονθορύζοντες ἓν μὲν οὐδὲν λαλοῦντες ἐξηκούοντο, σωθῆναι δὲ δὴ τὸν ἵππαρχον ἐπιθυμεῖν ὑπωπτεύοντο. ἰδὼν δὲ ταῦθ´ ὁ Παπίριος καὶ φοβηθεὶς μὴ νεοχμώσωσί τι, τοῦ τε πάνυ ἀρχικοῦ, ὅπερ ἐς ἐπανόρθωσιν αὐτῶν ἐπὶ μεῖζον τοῦ καθήκοντος προσεπεποίητο, ὑφῆκε, καὶ τὰ λοιπὰ μετριάζων ἔς τε φιλίαν ἑαυτοῦ καὶ προθυμίαν αὖθις σφᾶς ἀντικατέστησεν, ὥστε συμβαλόντας τοῖς ἐναντίοις ἀνδρίσασθαι.

LXXXIV. Νικηθέντες οἱ Σαυνῖται ὑπὸ Ῥωμαίων ἐπεκηρυκεύσαντο  τοῖς ἐν τῇ πόλει Ῥωμαίοις, τούς τε αἰχμαλώτους, ὅσους εἶχον αὐτῶν, πέμψαντές σφισι, καί τινος Παπίου, ἀνδρὸς ἔς τε τὰ πρῶτα τῶν παρ´ αὐτοῖς ἀξιουμένου καὶ τὴν αἰτίαν τοῦ πολέμου πᾶσαν φερομένου, τήν τε οὐσίαν καὶ τὰ ὀστᾶ, ἐπειδὴ φθάσας ἑαυτὸν προαπεχρήσατο, διαρρίψαντες.

Οὐ μέντοι καὶ ἔτυχον τῆς εἰρήνης· ἄπιστοί τε γὰρ δόξαντες εἶναι, καὶ πρὸς τὰς συμφορὰς ἐς παράκρουσιν τοῦ ἀεὶ κρατοῦντός σφων σπένδεσθαι, οὐχ ὅσον οὐχ εὕροντό τι συμβατικόν, ἀλλὰ καὶ ἄσπονδόν σφισι τὸν πόλεμον παρεσκεύασαν. οἱ γὰρ Ῥωμαῖοι, καίτοι τοὺς αἰχμαλώτους λαβόντες, ἀκηρυκτὶ πολεμεῖν αὐτοῖς ἐψηφίσαντο.

LXXXV. Πολλὰ μὲν δὴ οὖν καὶ ἄλλα τοῦ ἀνθρωπείου γένους θαυμάσειεν ἄν τις, οὐχ ἥκιστα δὲ τὰ τότε γενόμενα· οἵ τε γὰρ Ῥωμαῖοι ὑπεραυχήσαντες, ὥστε μήτε κήρυκα ἔτι ἐπ´ εἰρήνῃ παρὰ τῶν Σαυνιτῶν προσδέχεσθαι ψηφίσασθαι καὶ προσελπίσαι καὶ αὐτοβοεὶ πάντας αὐτοὺς αἱρήσειν, παθήματι δεινῷ περιέπεσον καὶ ἐν αἰσχύνῃ οἵᾳ οὐ πώποτε ἐγένοντο, καὶ ἐκεῖνοι ἄλλως τε ὑπερδείσαντες καὶ ἐν μεγάλῃ συμφορᾷ τὸ μὴ σπείσασθαι ποιησάμενοι πανσυδίᾳ τε τὸ στρατόπεδον αὐτῶν ἐζώγρησαν καὶ πάντας ὑπὸ τὸν ζυγὸν ὑπήγαγον· ἐς τοῦτο γὰρ αὐτοῖς ἡ τύχη περιέστη.

LXXXVI. Αἱ εὐεργεσίαι ἐν τῇ τῶν ἀνθρώπων μᾶλλον προαιρέσει εἰσί,  καὶ οὔθ´ ὑπ´ ἀνάγκης οὔθ´ ὑπ´ ἀγνοίας, οὐκ ὀργῆς, οὐκ ἀπάτης, οὐκ ἄλλου τινὸς τῶν τοιούτων γίγνονται, ἀλλ´ αὐθαίρετοι παρ´ ἑκουσίας καὶ προθύμου τῆς ψυχῆς ἐκτελοῦνται· καὶ διὰ ταῦτα χρὴ τοὺς μὲν πλημμελήσαντάς τι ἐλεεῖν νουθετεῖν παιδεύειν, τοὺς δὲ εὖ ποιήσαντας θαυμάζειν φιλεῖν ἀμείβεσθαι. καὶ ὅταν γε ὑπὸ τῶν ἀνθρώπων ἑκάτερον γένηται, πολύ που μᾶλλον τοῖς ἤθεσιν ἡμῶν προσήκει τῶν ἀμεινόνων μνημονεύειν ἢ τῶν ἀτοπωτέρων.

Ὅτι αἱ διαφοραὶ εὐεργεσίαις παύονται· καὶ ὅσῳ ἄν τις ἐπὶ μεῖζον ἔχθρας ἐλθὼν σωτηρίας ἀντὶ τιμωρίας παρὰ δόξαν τύχῃ, πολὺ μᾶλλον ἐκείνην τε ἑκὼν καταλύει καὶ ταύτης ἄσμενος ἡττᾶται· ὅσῳ τε τῶν ἄλλως πως διενεχθέντων οἱ ἐκ φιλίας ἐς ἔχθραν χωρήσαντες μισοῦσιν ἀλλήλους, ἐπὶ πλεῖον καὶ τῶν ἄλλως πως εὐεργετηθέντων οἱ ἐκ διαφορᾶς εὖ παθόντες φιλοῦσι τοὺς πεποιηκότας. καὶ Ῥωμαῖοι οὖν βούλονται μὲν καὶ μάλα πολέμῳ κρατιστεύειν, προσέτι δὲ δὴ καὶ ἀρετὴν τιμῶσι καὶ φιλοτιμίαν ἁσκοῦσι, σπουδάζοντες ἀεὶ τὰ ὅμοια τοῖς ὁμοίοις καθ´ ὑπερβολὰς ἀμύνεσθαι.

Μέγα μὲν γὰρ καὶ ἐπὶ τῷ το`θς ἀδικήσαντάς τι ἁμύνασθαι δεῖ φρονεῖν· μείζω δὲ δόξαν ἐπὶ τῷ τοὺς εὐεργετήσαντάς τι ἀμείβεσθαι ἔχειν.

Ὅτι πεφύκασι γὰρ πάντες ἄνθρωποι πλέον ἀλγεῖν ὧν ἂν ἀτιμασθῶσιν ἢ χαίρειν ἐφ´ οἷς ἂν εὐεργετηθῶσι, καὶ ῥᾷόν γε ἐπεξέρχονται τοῖς τι λυπήσασί σφας ἢ ἀνθυπουργοῦσι τοῖς εὖ ποιήσασι,τήν τε κακοδοξίαν τοῦ τὸν σώσαντα μὴ δι´ εὐνοίας ποιήσασθαι παρ´ οὐδὲν πρὸς τὰ συμφέροντα αὑτῶν τιθέμενοι, καὶ τῷ θυμουμένῳ καὶ παρὰ τὸ λυσιτελοῦν σφῶν χαριζόμενοι.

Ττοιούτοις αὐτοῖς παρά τε τῆς ἐμφύτου φρονήσεως καὶ παρὰ τῆς ἐκ τοῦ γήρως ἐμπειρίας οὐ τὸ αὐτίκα κεχαρισμένον ἀλλὰ τὸ ἔπειτα ἀλγεινὸν προσκοπῶν παρῄνεσεν.

LXXXVII. Ὅτε Σαυνῖται Ῥωμαίους αὐλῶσι στενοῖς ἀπολαβόντες, εἰς διαλλαγὰς ἐλθεῖν αἰσχράς ἠνάγκασαν γυμνοὺς ὅπλων ζυγῷ καθ’ ἕκαστον ὑποδυομένους ἀφιέντες· ἡ δὲ πόλις τὰς μὲν τοιαύτας σπονδὰς διέλυσε, τοὺς δὲ ταύτας ποιησαμένους ὑπάτους τοῖς πολεμίοις ἐκδίδωσιν, εἰς ἐκείνους τὸ τῆς παρασπονδήσεως ἄγος ἀποτριβομένη.

LXXXVIII. Ὅτι οἱ Καπυηνοὶ τῶν Ῥωμαίων ἡττηθέντων καὶ ἐς Καπύην ἐλθόντων οὔτ´ εἶπον αὐτοὺς δεινὸν οὐδὲν οὔτε ἔπραξαν, ἀλλὰ καὶ τροφὴν καὶ ἵππους αὐτοῖς ἔδωκαν καὶ ὡς κεκρατηκότας ὑπεδέξαντο· οὓς γὰρ οὐκ ἂν ἐβούλοντο διὰ τὰ προγεγονότα σφίσιν ὑπ´ αὐτῶν νενικηκέναι, τούτοις κακοτυχήσασιν ἠλέησαν. οἱ δὲ Ῥωμαῖοι ὡς τὰ πεπραγμένα ἤκουσαν, ἄποροι πανταχόθεν ἐγένοντο, μήθ´ ὅπως ἡσθῶσι τῇ τῶν στρατιωτῶν σωτηρίᾳ μήθ´ ὅπως ἀχθεσθῶσιν ἔχοντες· πρὸς μὲν γὰρ τὸ δεινὸν τῆς αἰσχύνης ὑπερήλγουν, ἀπαξιοῦντες ἄλλως τε τοῦτο καὶ ὑπὸ τῶν Σαυνιτῶν πεπονθέναι, καὶ ἐβούλοντο ἂν πάντας αὐτοὺς ἀπολωλέναι, ἐκλογιζόμενοι δὲ ὅτι, εἴπερ τι τοιοῦτον συνεβεβήκει σφίσι, κἂν περὶ τοῖς λοιποῖς ἅπασιν ἐκινδύνευσαν, οὐκ ἀκουσίως ἤκουον ὅτι ἐσώθησαν..

Ὅτι τῆς σωτηρίας τῆς ἑαυτῶν πᾶσιν ἀνθρώποις καὶ ἀναγκαῖον καὶ ἀνεμέσητόν ἐστι προνοεῖσθαι, κἂν ἐν κινδύνῳ τινὶ καταστῶσι, ὁτιοῦν ὥστε σωθῆναι πράττειν.

Ὅτι συγγνώμη καὶ παρὰ θεῶν καὶ παρὰ ἀνθρώπων δίδοται τοῖς ἀκούσιόν τι πράξασιν.

LXXXIX. ὅτι οἱ Σαυνῖται ὁρῶντες μήτε τὰς συνθήκας σφίσι τηρουμένας μήτε ἄλλην χάριν ἀντιδιδομένην, ἀλλ´ ὀλίγους ἀντὶ πολλῶν ἐς παραγωγὴν τῶν ὅρκων ἐκδιδομένους, δεινῶς ἠγανάκτησαν, ἐπεθείαζόν τέ τινα τοὺς θεοὺς ἐπιβοώμενοι καὶ τὰς πίστεις αὐτῶν προφερόμενοι, καὶ ἀπῄτουν τοὺς ἁλόντας, ἐκέλευόν τε αὐτοὺς ὑπὸ τὸν αὐτὸν ζυγὸν γυμνοὺς ἐσελθεῖν οὗπερ ἐλεηθέντες ἀφείθησαν, ἵνα καὶ τῷ ἔργῳ μάθωσι τοῖς ἅπαξ ὁμολογηθεῖσιν ἐμμένειν. καὶ ἀπέπεμψαν τοὺς ἐκδοθέντας, εἴτ´ οὖν ὅτι οὐκ ἠξίωσάν σφας μηδὲν ἠδικηκότας ἀπολέσαι, ἢ ὅτι τῷ δήμῳ τὴν ἐπιορκίαν προσάψαι ἠθέλησαν καὶ μὴ δι´ ὀλίγων ἀνδρῶν κολάσεως τοὺς ἄλλους ἀπολῦσαι. ταῦτ´ ἔπραξαν ἐλπίσαντες ἐκ τούτων ἐπιεικές τι εὑρήσεσθαι.

XC.  Ὅτι οἱ Ῥωμαῖοι τοῖς Σαυνίταις οὐχ ὅτι χάριν τινὰ τῆς γοῦν τῶν ἐκδοθέντων σωτηρίας ἔσχον, ἀλλ´ ὥσπερ τι δεινὸν ἐκ τούτου παθόντες ὀργῇ τε τὸν πόλεμον ἐποιήσαντο, καὶ κρατήσαντες τὰ αὐτὰ αὐτοὺς ἀντειργάσαντο· τὸ γὰρ δίκαιον οὐκ ἐκ τοῦ ὁμοίου τῷ  νομιζομένῳ καὶ ἐν τοῖς ὅπλοις ὡς πλήθει κρίνεται, οὐδ´ ἀνάγκη τίς ἐστι νικᾶν τοὺς ἀδικουμένους, ἀλλ´ ὁ πόλεμος αὐτοκράτωρ ὢν τά τε ἄλλα πρὸς τὸ τοῦ κρατοῦντος συμφέρον τίθεται καὶ τὴν τοῦ δικαίου νόμισιν ἐς τοὐναντίον πολλάκις περιίστησιν.

XCI. Ὅτι οἱ Ῥωμαῖοι Σαυνιτῶν κρατήσαντες τοὺς αἰχμαλώτους ὑπὸ τὸν ζυγὸν ἀνθυπήγαγον, ἐξαρκεῖν σφίσι νομίσαντες τὴν τῆς ὁμοίας αἰσχύνης ἀνταπόδοσιν. οὕτω μὲν ἡ τύχη πρὸς τὰ ἐναντία τοῖς ἀμφοτέροις ἐς βραχύτατον περιστᾶσα, καὶ τοὺς Σαυνίτας ὑπ´ αὐτῶν τῶν ὑβρισθέντων τὰ αὐτὰ ἀντιποιήσασα, διέδειξε καὶ ἐν τούτῳ τὸ ὅλον αὐτὴ δυναμένη.

XCII. Ὅτι ὁ Παπίριος στρατεύσας ἐπὶ τοὺς Σαυνίτας καὶ καταστήσας αὐτοὺς ἐς πολιορκίαν προσήδρευε σφίσι. κἀν τούτῳ ὀνειδίσαντός τινος αὐτῷ ὅτι οἴνῳ πολλῷ ἐχρῆτο, ἔφη ὅτι τὸ μὲν μὴ εἶναί με μεθυστικὸν παντί που δῆλον ἔκ τε τοῦ πρωιαίτατά με ὀρθρεύεσθαι καὶ ἐκ τοῦ ὀψιαίτατα καταδαρθάνειν ἐστίν· διὰ δὲ 〈τὸ〉 τὰ κοινὰ ἀεὶ καὶ μεθ´ ἡμέραν καὶ νύκτωρ ὁμοίως ἐν φροντίδι ποιεῖσθαι, καὶ ὑπὸ τοῦ μὴ δύνασθαι ῥᾳδίως ὕπνου λαχεῖν, τὸν οἶνον κατακοιμήσοντά με παραλαμβάνω.

Ὅτι ὁ αὐτὸς ἐφοδεύων ποτὲ τὰς φυλακὰς καὶ μὴ εὑρὼν τὸν Πραινεστίνων στρατηγὸν ἐν τῇ τάξει ὄντα ἠγανάκτησεν, εἶτα μεταπεμψάμενος αὐτὸν ἐκέλευσε τῷ ῥαβδούχῳ τὸν πέλεκυν προχειρίσασθαι· ἐκπλαγέντος τε αὐτοῦ πρὸς τοῦτο καὶ καταδείσαντος, τῷ τε φόβῳ αὐτοῦ ἠρκέσθη καὶ οὐδὲν ἔτι δεινὸν αὐτὸν ἔδρασεν, ἀλλὰ ῥίζας τινὰς παρὰ τὰ σκηνώματα οὔσας ἐκκόψαι τῷ ῥαβδούχῳ,  ἵνα μὴ τοὺς παριόντας λυπῶσι, προσέταξεν.

 XCIII. Ὅτι αἱ εὐπραγίαι οὐ πάνυ τοῖς πολλοῖς παραμένουσιν, ἀλλὰ  καὶ συχνοὺς ἐς ἀφυλαξίαν παραγαγοῦσαι φθείρουσιν. .

XCIV. Ὅτι Παπίριον δικτάτορα προεβάλοντο οἱ ἐν τῷ ἄστει, καὶ δείσαντες μὴ ὁ Ῥοῦλλος οὐκ ἐθελήσῃ αὐτὸν διὰ τὰ συμβάντα οἱ ἐν τῇ ἱππαρχίᾳ εἰπεῖν, ἔπεμψαν πρὸς αὐτὸν δεόμενοι [οὐ] τὰ κοινὰ πρὸ τῆς ἰδίας ἔχθρας προτιμῆσαι. καὶ ὃς τοῖς μὲν πρέσβεσιν οὐδὲν ἀπεκρίνατο, ἐπειδὴ δὲ νὺξ ἐγένετο (νυκτὸς γὰρ πάντως ἐκ τῶν πατρίων τὸν δικτάτορα ἔδει λέγεσθαι), εἶπέ τε αὐτὸν καὶ εὔκλειαν ἐκ τούτου μεγίστην ἔλαβεν.

XCV. Ὅτι Ἄππιος ὁ τυφλὸς καὶ ὁ Οὐολούμνιος διεφέροντο πρὸς ἀλλήλους· ἀφ´ οὗπερ Οὐολούμνιος τοῦ Ἀππίου προενεγκόντος ποτὲ αὐτῷ ἐν ἐκκλησίᾳ ὅτι σοφώτερος ὑφ´ ἑαυτοῦ γεγονὼς οὐδεμίαν οἱ χάριν εἰδείη, αὐτὸς μὲν καὶ γεγονέναι οὕτως σοφώτερος καὶ ὁμολογεῖν τοῦτ´ ἔφη, ἐκεῖνον δὲ μηδὲν πρὸς τὰ τοῦ πολέμου πράγματα ἐπιδεδωκέναι.

XCVI. Ὅτι ὁ ὅμιλος περὶ τῆς μαντείας παραχρῆμα μὲν οὔθ´ ὅπως πιστεύσῃ οὔθ´ ὅπως ἀπιστήσῃ αὐτῷ εἶχεν· οὔτε γὰρ ἐλπίζειν πάντα ἐβούλετο, ὅτι μηδὲ γενέσθαι πάντα ἤθελεν, οὔτ´ αὖ ἀπιστεῖν ἅπασιν ἐτόλμα, ὅτι νικῆσαι ἐπεθύμει, ἀλλ´ οἷα ἐν μέσῳ τῆς ταραχῆς καὶ τοῦ φόβου ὢν χαλεπώτατα διῆγεν. συμβάντων δ´ αὐτῶν ὡς ἑκάστων καὶ τὴν ἑρμήνευσίν σφισιν ἐκ τῆς τῶν ἔργων πείρας ἐφήρμοσαν, καὶ αὐτὸς σοφίας τινὰ δόξαν ἐς τὴν 〈τοῦ〉 ἀφανοῦς πρόγνωσιν προσποιεῖσθαι ἐπεχείρει.

XCVII. Ὅτι οἱ Σαυνῖται ἀγανακτήσαντες ἐπὶ τοῖς γεγονόσι καὶ ἀπαξιώσαντες ἐπὶ πολὺ ἡττᾶσθαι, πρὸς ἀποκινδύνευσιν καὶ πρὸς ἀπόνοιαν ὡς ἤτοι κρατήσοντες ἢ παντελῶς ἀπολούμενοι ὥρμησαν, καὶ τήν τε ἡλικίαν πᾶσαν ἐπελέξαντο, θάνατόν τε προειπόντες ὅστις  ἂν αὐτῶν οἴκοι καταμένῃ, καὶ ὅρκοις σφᾶς φρικώδεσι πιστωσάμενοι μήτ´ αὐτόν τινα ἐκ μάχης φεύξεσθαι καὶ τὸν ἐπιχειρήσοντα τοῦτο ποιῆσαι φονεύσειν.

XCVIII.  Ὅτι πυθόμενοι οἱ Ῥωμαῖοι ὅτι ὁ ὕπατος Φάβιος ἡττήθη ἐν τῷ πολέμῳ δεινῶς ἠγανάκτησαν καὶ τοῦτον μεταπέμψαντες εὔθυνον. κατηγορίας τε αὐτοῦ πολλῆς ἐν τῷ δήμῳ γενομένης (καὶ γὰρ τῇ τοῦ πατρὸς δόξῃ ἐπὶ πλεῖον τῶν ἐγκλημάτων ἐβαρύνετο) ἐκείνῳ μὲν οὐδεὶς λόγος ἐδόθη, ὁ δὲ γέρων ὑπὲρ τοῦ παιδὸς οὐκ ἀπελογήσατο, καταριθμήσας δὲ τά τε ἑαυτοῦ καὶ τὰ τῶν προγόνων ἔργα, καὶ προσυποσχόμενος μηδὲν ἀνάξιον αὐτῶν πράξειν τῆς τε ὀργῆς σφας παρέλυσεν, ἄλλως τε καὶ τὴν ἡλικίαν τοῦ υἱέος προβαλόμενος·

καὶ συνεξελθὼν εὐθὺς αὐτῷ μάχῃ τοὺς Σαυνίτας καὶ πρὸς τὴν νίκην ἐπηρμένους κατέβαλεν, καὶ τὸ στρατόπεδον καὶ λείαν πολλὴν εἷλεν. Οἱ δὲ Ῥωμαῖοι διὰ τοῦτο ἐκεῖνόν τε ἐμεγάλυνον καὶ τὸν υἱὸν αὐτοῦ καὶ ἐς τὸ ἔπειτα ἀντὶ ὑπάτου ἄρξαι ἐκέλευσαν, ὑποστρατήγῳ καὶ τότε τῷ πατρὶ χρώμενον. καὶ ὃς πάντα μὲν αὐτῷ διῴκει καὶ διῆγεν οὐδὲν τοῦ γήρως φειδόμενος, καὶ τά γε συμμαχικὰ προθύμως οἱ, μνήμῃ τῶν παλαιῶν αὐτοῦ ἔργων, συνῄρετο· οὐ μέντοι καὶ ἔνδηλος ἦν δι´ ἑαυτοῦ τὰ πράγματα ποιούμενος, ἀλλ´ ὥσπερ ὄντως ἔν τε συμβούλου καὶ ἐν ὑπάρχου μέρει τῷ παιδὶ συνὼν αὐτός τε ἐμετρίαζε καὶ τὴν δόξαν τῶν ἔργων  〈ἐκείνῳ〉 προσετίθει.

XCIX. Ὅτι οἱ τοῦ Ἰουνίου στρατιῶται σὺν Ποστουμίῳ ἐξελθόντες κατὰ τὴν ὁδόν τε ἐνόσησαν καὶ ἐδόκουν διὰ τὴν τοῦ ἄλσους τομὴν πονεῖσθαι. ἐπ´ οὖν τούτοις ἀνακληθεὶς ἐν ὀλιγωρίᾳ κἀνταῦθα αὐτοὺς ἐποιήσατο λέγων  τὴν βουλὴν ἄρχειν τῶν ἰδιωτῶν, ἀλλ´ αὑτὸν  τῆς Βουλῆς.

C. Ὅτι Κούριος… τὰ πεπραγμένα μὲν… ἔφη… σε κατὰ…

… εἰσηγουμένων τῶν δημάρχων… πολλάκις  … βουλομένων.τῶν δὲ… δυνατοῖς ἢ τοῦτον… καὶ ἐκείνους τοὺς ………. ετες ἱκονίσασθαι· καὶ ἐν μὲν τῷ παραχρῆμα οἵ τ´ ἀσθενέστεροι ἦσαν [θρασύτατοι]· καὶ τοῦ παντὸς ἁμαρτάνοιεν… προσεκ… το· καὶ οἱ εὐπορώτεροι θαρσήσαντες ὡς οὐδέτερον ἀναγκασθήσονται ἠθρ[αίνοντο].  Ἐπειδὴ δὲ εὖ ἴσχειν τὸ μεταστάν τι ἔμελλεν, ἐς τοὐναντίον ἀμφοτέροις αὐτοῖς περιέστη· τοῖς τε γὰρ ὀφείλουσιν οὐδέτερον ἔτ´ αὐτῶν ἐξήρκεσε, καὶ τοῖς δυνατοῖς ἀγαπητὸν ἐδοκεῖν [ὡς] εἰώθ[εσαν]  καὶ τῶν ἀρχαίων στερηθεῖεν ἄν. οὔτ´ οὖν ἐν τῷ τότε παρόντι [ἡ στάσις] διεκρίθη, καὶ μετὰ τούτων ἐπὶ μακρότερον ἐς τὸ [φιλονεικεῖν] συνέβαλλον ἀλλήλους· οὐκ ἀλλοῖον δέ [τι] ἐν τῷ καθεστῶτι [τρόπῳ] ἐποίουν. Τελευτῶντες οὖν οὐδέ, ἐθελόντων τῶν δυνατῶν πολλῷ πλείω τῶν κατ´ ἀρχὰς ἐλπισθέντων σφίσιν ἀφεῖναι, συνηλλάγησαν, ἀλλ´ ὅσῳ μᾶλλον εἴκοντας αὐτοὺς ἑώρων, ἐπὶ πλεῖον ὡς καὶ δικαιώματί τινι περιγιγνόμενοι ἐθρασύνοντο, καὶ διὰ τοῦτο τά τε ἀεὶ συγχωρούμενα αὐτοῖς ὡς καὶ ἀναγκαῖα παρὰ μικρὸν ἐτίθεντο καὶ ἑτέρων ἐπωρέγοντο, ἐπιβασίαν ἐς αὐτὰ τὸ τινῶν ἤδη τετυχηκέναι ποιούμενοι.

Anúncios
Os comentários estão desactivados, mas pode deixar um trackback: URL do Trackback.